HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 1

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

1:1 και ελαλησεν κυριος προς μωυσην εν τη ερημω τη σινα εν τη σκηνη του μαρτυριου εν μια του μηνος του δευτερου ετους δευτερου εξελθοντων αυτων εκ γης αιγυπτου λεγων

1:2 λαβετε αρχην πασης συναγωγης υιων ισραηλ κατα συγγενειας αυτων κατ' οικους πατριων αυτων κατα αριθμον εξ ονοματος αυτων κατα κεφαλην αυτων πας αρσην

1:3 απο εικοσαετους και επανω πας ο εκπορευομενος εν δυναμει ισραηλ επισκεψασθε αυτους συν δυναμει αυτων συ και ααρων επισκεψασθε αυτους

1:4 και μεθ' υμων εσονται εκαστος κατα φυλην εκαστου αρχοντων κατ' οικους πατριων εσονται

1:5 και ταυτα τα ονοματα των ανδρων οιτινες παραστησονται μεθ' υμων των ρουβην ελισουρ υιος σεδιουρ

1:6 των συμεων σαλαμιηλ υιος σουρισαδαι

1:7 των ιουδα ναασσων υιος αμιναδαβ

1:8 των ισσαχαρ ναθαναηλ υιος σωγαρ

1:9 των ζαβουλων ελιαβ υιος χαιλων

1:10 των υιων ιωσηφ των εφραιμ ελισαμα υιος εμιουδ των μανασση γαμαλιηλ υιος φαδασσουρ

1:11 των βενιαμιν αβιδαν υιος γαδεωνι

1:12 των δαν αχιεζερ υιος αμισαδαι

1:13 των ασηρ φαγαιηλ υιος εχραν

1:14 των γαδ ελισαφ υιος ραγουηλ

1:15 των νεφθαλι αχιρε υιος αιναν

1:16 ουτοι επικλητοι της συναγωγης αρχοντες των φυλων κατα πατριας χιλιαρχοι ισραηλ εισιν

1:17 και ελαβεν μωυσης και ααρων τους ανδρας τουτους τους ανακληθεντας εξ ονοματος

1:18 και πασαν την συναγωγην συνηγαγον εν μια του μηνος του δευτερου ετους και επηξονουσαν κατα γενεσεις αυτων κατα πατριας αυτων κατα αριθμον ονοματων αυτων απο εικοσαετους και επανω παν αρσενικον κατα κεφαλην αυτων

1:19 ον τροπον συνεταξεν κυριος τω μωυση και επεσκεπησαν εν τη ερημω τη σινα

1:20 και εγενοντο οι υιοι ρουβην πρωτοτοκου ισραηλ κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει

1:21 η επισκεψις αυτων εκ της φυλης ρουβην εξ και τεσσαρακοντα χιλιαδες και πεντακοσιοι

1:22 τοις υιοις συμεων κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει

1:23 η επισκεψις αυτων εκ της φυλης συμεων εννεα και πεντηκοντα χιλιαδες και τριακοσιοι

1:24 τοις υιοις ιουδα κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει

1:25 η επισκεψις αυτων εκ της φυλης ιουδα τεσσαρες και εβδομηκοντα χιλιαδες και εξακοσιοι

1:26 τοις υιοις ισσαχαρ κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει

1:27 η επισκεψις αυτων εκ της φυλης ισσαχαρ τεσσαρες και πεντηκοντα χιλιαδες και τετρακοσιοι

1:28 τοις υιοις ζαβουλων κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει

1:29 η επισκεψις αυτων εκ της φυλης ζαβουλων επτα και πεντηκοντα χιλιαδες και τετρακοσιοι

1:30 τοις υιοις ιωσηφ υιοις εφραιμ κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει

1:31 η επισκεψις αυτων εκ της φυλης εφραιμ τεσσαρακοντα χιλιαδες και πεντακοσιοι

1:32 τοις υιοις μανασση κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει

1:33 η επισκεψις αυτων εκ της φυλης μανασση δυο και τριακοντα χιλιαδες και διακοσιοι

1:34 τοις υιοις βενιαμιν κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει

1:35 η επισκεψις αυτων εκ της φυλης βενιαμιν πεντε και τριακοντα χιλιαδες και τετρακοσιοι

1:36 τοις υιοις γαδ κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει

1:37 η επισκεψις αυτων εκ της φυλης γαδ πεντε και τεσσαρακοντα χιλιαδες και εξακοσιοι και πεντηκοντα

1:38 τοις υιοις δαν κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει

1:39 η επισκεψις αυτων εκ της φυλης δαν δυο και εξηκοντα χιλιαδες και επτακοσιοι

1:40 τοις υιοις ασηρ κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει

1:41 η επισκεψις αυτων εκ της φυλης ασηρ μια και τεσσαρακοντα χιλιαδες και πεντακοσιοι

1:42 τοις υιοις νεφθαλι κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει

1:43 η επισκεψις αυτων εκ της φυλης νεφθαλι τρεις και πεντηκοντα χιλιαδες και τετρακοσιοι

1:44 αυτη η επισκεψις ην επεσκεψαντο μωυσης και ααρων και οι αρχοντες ισραηλ δωδεκα ανδρες ανηρ εις κατα φυλην μιαν κατα φυλην οικων πατριας ησαν

1:45 και εγενετο πασα η επισκεψις υιων ισραηλ συν δυναμει αυτων απο εικοσαετους και επανω πας ο εκπορευομενος παραταξασθαι εν ισραηλ

1:46 εξακοσιαι χιλιαδες και τρισχιλιοι και πεντακοσιοι και πεντηκοντα

1:47 οι δε λευιται εκ της φυλης πατριας αυτων ουκ επεσκεπησαν εν τοις υιοις ισραηλ

1:48 και ελαλησεν κυριος προς μωυσην λεγων

1:49 ορα την φυλην την λευι ου συνεπισκεψη και τον αριθμον αυτων ου λημψη εν μεσω των υιων ισραηλ

1:50 και συ επιστησον τους λευιτας επι την σκηνην του μαρτυριου και επι παντα τα σκευη αυτης και επι παντα οσα εστιν εν αυτη αυτοι αρουσιν την σκηνην και παντα τα σκευη αυτης και αυτοι λειτουργησουσιν εν αυτη και κυκλω της σκηνης παρεμβαλουσιν

1:51 και εν τω εξαιρειν την σκηνην καθελουσιν αυτην οι λευιται και εν τω παρεμβαλλειν την σκηνην αναστησουσιν και ο αλλογενης ο προσπορευομενος αποθανετω

1:52 και παρεμβαλουσιν οι υιοι ισραηλ ανηρ εν τη εαυτου ταξει και ανηρ κατα την εαυτου ηγεμονιαν συν δυναμει αυτων

1:53 οι δε λευιται παρεμβαλετωσαν εναντιον κυριου κυκλω της σκηνης του μαρτυριου και ουκ εσται αμαρτημα εν υιοις ισραηλ και φυλαξουσιν οι λευιται αυτοι την φυλακην της σκηνης του μαρτυριου

1:54 και εποιησαν οι υιοι ισραηλ κατα παντα α ενετειλατο κυριος τω μωυση και ααρων ουτως εποιησαν

 

Created with FREE HTMLCompiler by BibleDatabase