HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 2

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

2:1 και ελαλησεν κυριος προς μωυσην και ααρων λεγων

2:2 ανθρωπος εχομενος αυτου κατα ταγμα κατα σημεας κατ' οικους πατριων αυτων παρεμβαλετωσαν οι υιοι ισραηλ εναντιοι κυκλω της σκηνης του μαρτυριου παρεμβαλουσιν οι υιοι ισραηλ

2:3 και οι παρεμβαλλοντες πρωτοι κατ' ανατολας ταγμα παρεμβολης ιουδα συν δυναμει αυτων και ο αρχων των υιων ιουδα ναασσων υιος αμιναδαβ

2:4 δυναμις αυτου οι επεσκεμμενοι τεσσαρες και εβδομηκοντα χιλιαδες και εξακοσιοι

2:5 και οι παρεμβαλλοντες εχομενοι φυλης ισσαχαρ και ο αρχων των υιων ισσαχαρ ναθαναηλ υιος σωγαρ

2:6 δυναμις αυτου οι επεσκεμμενοι τεσσαρες και πεντηκοντα χιλιαδες και τετρακοσιοι

2:7 και οι παρεμβαλλοντες εχομενοι φυλης ζαβουλων και ο αρχων των υιων ζαβουλων ελιαβ υιος χαιλων

2:8 δυναμις αυτου οι επεσκεμμενοι επτα και πεντηκοντα χιλιαδες και τετρακοσιοι

2:9 παντες οι επεσκεμμενοι εκ της παρεμβολης ιουδα εκατον ογδοηκοντα χιλιαδες και εξακισχιλιοι και τετρακοσιοι συν δυναμει αυτων πρωτοι εξαρουσιν

2:10 ταγμα παρεμβολης ρουβην προς λιβα συν δυναμει αυτων και ο αρχων των υιων ρουβην ελισουρ υιος σεδιουρ

2:11 δυναμις αυτου οι επεσκεμμενοι εξ και τεσσαρακοντα χιλιαδες και πεντακοσιοι

2:12 και οι παρεμβαλλοντες εχομενοι αυτου φυλης συμεων και ο αρχων των υιων συμεων σαλαμιηλ υιος σουρισαδαι

2:13 δυναμις αυτου οι επεσκεμμενοι εννεα και πεντηκοντα χιλιαδες και τριακοσιοι

2:14 και οι παρεμβαλλοντες εχομενοι αυτου φυλης γαδ και ο αρχων των υιων γαδ ελισαφ υιος ραγουηλ

2:15 δυναμις αυτου οι επεσκεμμενοι πεντε και τεσσαρακοντα χιλιαδες και εξακοσιοι και πεντηκοντα

2:16 παντες οι επεσκεμμενοι της παρεμβολης ρουβην εκατον πεντηκοντα μια χιλιαδες και τετρακοσιοι και πεντηκοντα συν δυναμει αυτων δευτεροι εξαρουσιν

2:17 και αρθησεται η σκηνη του μαρτυριου και η παρεμβολη των λευιτων μεσον των παρεμβολων ως και παρεμβαλλουσιν ουτως και εξαρουσιν εκαστος εχομενος καθ' ηγεμονιαν

2:18 ταγμα παρεμβολης εφραιμ παρα θαλασσαν συν δυναμει αυτων και ο αρχων των υιων εφραιμ ελισαμα υιος εμιουδ

2:19 δυναμις αυτου οι επεσκεμμενοι τεσσαρακοντα χιλιαδες και πεντακοσιοι

2:20 και οι παρεμβαλλοντες εχομενοι φυλης μανασση και ο αρχων των υιων μανασση γαμαλιηλ υιος φαδασσουρ

2:21 δυναμις αυτου οι επεσκεμμενοι δυο και τριακοντα χιλιαδες και διακοσιοι

2:22 και οι παρεμβαλλοντες εχομενοι φυλης βενιαμιν και ο αρχων των υιων βενιαμιν αβιδαν υιος γαδεωνι

2:23 δυναμις αυτου οι επεσκεμμενοι πεντε και τριακοντα χιλιαδες και τετρακοσιοι

2:24 παντες οι επεσκεμμενοι της παρεμβολης εφραιμ εκατον χιλιαδες και οκτακισχιλιοι και εκατον συν δυναμει αυτων τριτοι εξαρουσιν

2:25 ταγμα παρεμβολης δαν προς βορραν συν δυναμει αυτων και ο αρχων των υιων δαν αχιεζερ υιος αμισαδαι

2:26 δυναμις αυτου οι επεσκεμμενοι δυο και εξηκοντα χιλιαδες και επτακοσιοι

2:27 και οι παρεμβαλλοντες εχομενοι αυτου φυλης ασηρ και ο αρχων των υιων ασηρ φαγαιηλ υιος εχραν

2:28 δυναμις αυτου οι επεσκεμμενοι μια και τεσσαρακοντα χιλιαδες και πεντακοσιοι

2:29 και οι παρεμβαλλοντες εχομενοι φυλης νεφθαλι και ο αρχων των υιων νεφθαλι αχιρε υιος αιναν

2:30 δυναμις αυτου οι επεσκεμμενοι τρεις και πεντηκοντα χιλιαδες και τετρακοσιοι

2:31 παντες οι επεσκεμμενοι της παρεμβολης δαν εκατον και πεντηκοντα επτα χιλιαδες και εξακοσιοι εσχατοι εξαρουσιν κατα ταγμα αυτων

2:32 αυτη η επισκεψις των υιων ισραηλ κατ' οικους πατριων αυτων πασα η επισκεψις των παρεμβολων συν ταις δυναμεσιν αυτων εξακοσιαι χιλιαδες και τρισχιλιοι πεντακοσιοι πεντηκοντα

2:33 οι δε λευιται ου συνεπεσκεπησαν εν αυτοις καθα ενετειλατο κυριος τω μωυση

2:34 και εποιησαν οι υιοι ισραηλ παντα οσα συνεταξεν κυριος τω μωυση ουτως παρενεβαλον κατα ταγμα αυτων και ουτως εξηρον εκαστος εχομενοι κατα δημους αυτων κατ' οικους πατριων αυτων

 

Created with FREE HTMLCompiler by BibleDatabase