HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 3

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

3:1 και αυται αι γενεσεις ααρων και μωυση εν η ημερα ελαλησεν κυριος τω μωυση εν ορει σινα

3:2 και ταυτα τα ονοματα των υιων ααρων πρωτοτοκος ναδαβ και αβιουδ ελεαζαρ και ιθαμαρ

3:3 ταυτα τα ονοματα των υιων ααρων οι ιερεις οι ηλειμμενοι ους ετελειωσαν τας χειρας αυτων ιερατευειν

3:4 και ετελευτησεν ναδαβ και αβιουδ εναντι κυριου προσφεροντων αυτων πυρ αλλοτριον εναντι κυριου εν τη ερημω σινα και παιδια ουκ ην αυτοις και ιερατευσεν ελεαζαρ και ιθαμαρ μετ' ααρων του πατρος αυτων

3:5 και ελαλησεν κυριος προς μωυσην λεγων

3:6 λαβε την φυλην λευι και στησεις αυτους εναντιον ααρων του ιερεως και λειτουργησουσιν αυτω

3:7 και φυλαξουσιν τας φυλακας αυτου και τας φυλακας των υιων ισραηλ εναντι της σκηνης του μαρτυριου εργαζεσθαι τα εργα της σκηνης

3:8 και φυλαξουσιν παντα τα σκευη της σκηνης του μαρτυριου και τας φυλακας των υιων ισραηλ κατα παντα τα εργα της σκηνης

3:9 και δωσεις τους λευιτας ααρων και τοις υιοις αυτου τοις ιερευσιν δομα δεδομενοι ουτοι μοι εισιν απο των υιων ισραηλ

3:10 και ααρων και τους υιους αυτου καταστησεις επι της σκηνης του μαρτυριου και φυλαξουσιν την ιερατειαν αυτων και παντα τα κατα τον βωμον και εσω του καταπετασματος και ο αλλογενης ο απτομενος αποθανειται

3:11 και ελαλησεν κυριος προς μωυσην λεγων

3:12 και εγω ιδου ειληφα τους λευιτας εκ μεσου των υιων ισραηλ αντι παντος πρωτοτοκου διανοιγοντος μητραν παρα των υιων ισραηλ λυτρα αυτων εσονται και εσονται εμοι οι λευιται

3:13 εμοι γαρ παν πρωτοτοκον εν η ημερα επαταξα παν πρωτοτοκον εν γη αιγυπτου ηγιασα εμοι παν πρωτοτοκον εν ισραηλ απο ανθρωπου εως κτηνους εμοι εσονται εγω κυριος

3:14 και ελαλησεν κυριος προς μωυσην εν τη ερημω σινα λεγων

3:15 επισκεψαι τους υιους λευι κατ' οικους πατριων αυτων κατα δημους αυτων κατα συγγενειας αυτων παν αρσενικον απο μηνιαιου και επανω επισκεψασθε αυτους

3:16 και επεσκεψαντο αυτους μωυσης και ααρων δια φωνης κυριου ον τροπον συνεταξεν αυτοις κυριος

3:17 και ησαν ουτοι οι υιοι λευι εξ ονοματων αυτων γεδσων κααθ και μεραρι

3:18 και ταυτα τα ονοματα των υιων γεδσων κατα δημους αυτων λοβενι και σεμει

3:19 και υιοι κααθ κατα δημους αυτων αμραμ και ισσααρ χεβρων και οζιηλ

3:20 και υιοι μεραρι κατα δημους αυτων μοολι και μουσι ουτοι εισιν δημοι των λευιτων κατ' οικους πατριων αυτων

3:21 τω γεδσων δημος του λοβενι και δημος του σεμει ουτοι δημοι του γεδσων

3:22 η επισκεψις αυτων κατα αριθμον παντος αρσενικου απο μηνιαιου και επανω η επισκεψις αυτων επτακισχιλιοι και πεντακοσιοι

3:23 και υιοι γεδσων οπισω της σκηνης παρα θαλασσαν παρεμβαλουσιν

3:24 και ο αρχων οικου πατριας του δημου του γεδσων ελισαφ υιος λαηλ

3:25 και η φυλακη υιων γεδσων εν τη σκηνη του μαρτυριου η σκηνη και το καλυμμα και το κατακαλυμμα της θυρας της σκηνης του μαρτυριου

3:26 και τα ιστια της αυλης και το καταπετασμα της πυλης της αυλης της ουσης επι της σκηνης και τα καταλοιπα παντων των εργων αυτου

3:27 τω κααθ δημος ο αμραμις και δημος ο σααρις και δημος ο χεβρωνις και δημος ο οζιηλις ουτοι εισιν δημοι του κααθ

3:28 κατα αριθμον παν αρσενικον απο μηνιαιου και επανω οκτακισχιλιοι και εξακοσιοι φυλασσοντες τας φυλακας των αγιων

3:29 οι δημοι των υιων κααθ παρεμβαλουσιν εκ πλαγιων της σκηνης κατα λιβα

3:30 και ο αρχων οικου πατριων των δημων του κααθ ελισαφαν υιος οζιηλ

3:31 και η φυλακη αυτων η κιβωτος και η τραπεζα και η λυχνια και τα θυσιαστηρια και τα σκευη του αγιου οσα λειτουργουσιν εν αυτοις και το κατακαλυμμα και παντα τα εργα αυτων

3:32 και ο αρχων επι των αρχοντων των λευιτων ελεαζαρ ο υιος ααρων του ιερεως καθεσταμενος φυλασσειν τας φυλακας των αγιων

3:33 τω μεραρι δημος ο μοολι και δημος ο μουσι ουτοι εισιν δημοι μεραρι

3:34 η επισκεψις αυτων κατα αριθμον παν αρσενικον απο μηνιαιου και επανω εξακισχιλιοι και πεντηκοντα

3:35 και ο αρχων οικου πατριων του δημου του μεραρι σουριηλ υιος αβιχαιλ εκ πλαγιων της σκηνης παρεμβαλουσιν προς βορραν

3:36 η επισκεψις η φυλακη υιων μεραρι τας κεφαλιδας της σκηνης και τους μοχλους αυτης και τους στυλους αυτης και τας βασεις αυτης και παντα τα σκευη αυτων και τα εργα αυτων

3:37 και τους στυλους της αυλης κυκλω και τας βασεις αυτων και τους πασσαλους και τους καλους αυτων

3:38 και οι παρεμβαλλοντες κατα προσωπον της σκηνης του μαρτυριου απ' ανατολης μωυσης και ααρων και οι υιοι αυτου φυλασσοντες τας φυλακας του αγιου εις τας φυλακας των υιων ισραηλ και ο αλλογενης ο απτομενος αποθανειται

3:39 πασα η επισκεψις των λευιτων ους επεσκεψατο μωυσης και ααρων δια φωνης κυριου κατα δημους αυτων παν αρσενικον απο μηνιαιου και επανω δυο και εικοσι χιλιαδες

3:40 και ειπεν κυριος προς μωυσην λεγων επισκεψαι παν πρωτοτοκον αρσεν των υιων ισραηλ απο μηνιαιου και επανω και λαβε τον αριθμον εξ ονοματος

3:41 και λημψη τους λευιτας εμοι εγω κυριος αντι παντων των πρωτοτοκων των υιων ισραηλ και τα κτηνη των λευιτων αντι παντων των πρωτοτοκων εν τοις κτηνεσιν των υιων ισραηλ

3:42 και επεσκεψατο μωυσης ον τροπον ενετειλατο κυριος παν πρωτοτοκον εν τοις υιοις ισραηλ

3:43 και εγενοντο παντα τα πρωτοτοκα τα αρσενικα κατα αριθμον εξ ονοματος απο μηνιαιου και επανω εκ της επισκεψεως αυτων δυο και εικοσι χιλιαδες τρεις και εβδομηκοντα και διακοσιοι

3:44 και ελαλησεν κυριος προς μωυσην λεγων

3:45 λαβε τους λευιτας αντι παντων των πρωτοτοκων των υιων ισραηλ και τα κτηνη των λευιτων αντι των κτηνων αυτων και εσονται εμοι οι λευιται εγω κυριος

3:46 και τα λυτρα τριων και εβδομηκοντα και διακοσιων οι πλεοναζοντες παρα τους λευιτας απο των πρωτοτοκων των υιων ισραηλ

3:47 και λημψη πεντε σικλους κατα κεφαλην κατα το διδραχμον το αγιον λημψη εικοσι οβολους του σικλου

3:48 και δωσεις το αργυριον ααρων και τοις υιοις αυτου λυτρα των πλεοναζοντων εν αυτοις

3:49 και ελαβεν μωυσης το αργυριον τα λυτρα των πλεοναζοντων εις την εκλυτρωσιν των λευιτων

3:50 παρα των πρωτοτοκων των υιων ισραηλ ελαβεν το αργυριον χιλιους τριακοσιους εξηκοντα πεντε σικλους κατα τον σικλον τον αγιον

3:51 και εδωκεν μωυσης τα λυτρα των πλεοναζοντων ααρων και τοις υιοις αυτου δια φωνης κυριου ον τροπον συνεταξεν κυριος τω μωυση

 

Created with FREE HTMLCompiler by BibleDatabase