HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 4

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

4:1 και ελαλησεν κυριος προς μωυσην και ααρων λεγων

4:2 λαβε το κεφαλαιον των υιων κααθ εκ μεσου υιων λευι κατα δημους αυτων κατ' οικους πατριων αυτων

4:3 απο εικοσι και πεντε ετων και επανω και εως πεντηκοντα ετων πας ο εισπορευομενος λειτουργειν ποιησαι παντα τα εργα εν τη σκηνη του μαρτυριου

4:4 και ταυτα τα εργα των υιων κααθ εν τη σκηνη του μαρτυριου αγιον των αγιων

4:5 και εισελευσεται ααρων και οι υιοι αυτου οταν εξαιρη η παρεμβολη και καθελουσιν το καταπετασμα το συσκιαζον και κατακαλυψουσιν εν αυτω την κιβωτον του μαρτυριου

4:6 και επιθησουσιν επ' αυτο κατακαλυμμα δερμα υακινθινον και επιβαλουσιν επ' αυτην ιματιον ολον υακινθινον ανωθεν και διεμβαλουσιν τους αναφορεις

4:7 και επι την τραπεζαν την προκειμενην επιβαλουσιν επ' αυτην ιματιον ολοπορφυρον και τα τρυβλια και τας θυισκας και τους κυαθους και τα σπονδεια εν οις σπενδει και οι αρτοι οι δια παντος επ' αυτης εσονται

4:8 και επιβαλουσιν επ' αυτην ιματιον κοκκινον και καλυψουσιν αυτην καλυμματι δερματινω υακινθινω και διεμβαλουσιν δι' αυτης τους αναφορεις

4:9 και λημψονται ιματιον υακινθινον και καλυψουσιν την λυχνιαν την φωτιζουσαν και τους λυχνους αυτης και τας λαβιδας αυτης και τας επαρυστριδας αυτης και παντα τα αγγεια του ελαιου οις λειτουργουσιν εν αυτοις

4:10 και εμβαλουσιν αυτην και παντα τα σκευη αυτης εις καλυμμα δερματινον υακινθινον και επιθησουσιν αυτην επ' αναφορεων

4:11 και επι το θυσιαστηριον το χρυσουν επικαλυψουσιν ιματιον υακινθινον και καλυψουσιν αυτο καλυμματι δερματινω υακινθινω και διεμβαλουσιν τους αναφορεις αυτου

4:12 και λημψονται παντα τα σκευη τα λειτουργικα οσα λειτουργουσιν εν αυτοις εν τοις αγιοις και εμβαλουσιν εις ιματιον υακινθινον και καλυψουσιν αυτα καλυμματι δερματινω υακινθινω και επιθησουσιν επι αναφορεις

4:13 και τον καλυπτηρα επιθησει επι το θυσιαστηριον και επικαλυψουσιν επ' αυτο ιματιον ολοπορφυρον

4:14 και επιθησουσιν επ' αυτο παντα τα σκευη οσοις λειτουργουσιν επ' αυτο εν αυτοις και τα πυρεια και τας κρεαγρας και τας φιαλας και τον καλυπτηρα και παντα τα σκευη του θυσιαστηριου και επιβαλουσιν επ' αυτο καλυμμα δερματινον υακινθινον και διεμβαλουσιν τους αναφορεις αυτου και λημψονται ιματιον πορφυρουν και συγκαλυψουσιν τον λουτηρα και την βασιν αυτου και εμβαλουσιν αυτα εις καλυμμα δερματινον υακινθινον και επιθησουσιν επι αναφορεις

4:15 και συντελεσουσιν ααρων και οι υιοι αυτου καλυπτοντες τα αγια και παντα τα σκευη τα αγια εν τω εξαιρειν την παρεμβολην και μετα ταυτα εισελευσονται υιοι κααθ αιρειν και ουχ αψονται των αγιων ινα μη αποθανωσιν ταυτα αρουσιν οι υιοι κααθ εν τη σκηνη του μαρτυριου

4:16 επισκοπος ελεαζαρ υιος ααρων του ιερεως το ελαιον του φωτος και το θυμιαμα της συνθεσεως και η θυσια η καθ' ημεραν και το ελαιον της χρισεως η επισκοπη ολης της σκηνης και οσα εστιν εν αυτη εν τω αγιω εν πασι τοις εργοις

4:17 και ελαλησεν κυριος προς μωυσην και ααρων λεγων

4:18 μη ολεθρευσητε της φυλης τον δημον τον κααθ εκ μεσου των λευιτων

4:19 τουτο ποιησατε αυτοις και ζησονται και ου μη αποθανωσιν προσπορευομενων αυτων προς τα αγια των αγιων ααρων και οι υιοι αυτου προσπορευεσθωσαν και καταστησουσιν αυτους εκαστον κατα την αναφοραν αυτου

4:20 και ου μη εισελθωσιν ιδειν εξαπινα τα αγια και αποθανουνται

4:21 και ελαλησεν κυριος προς μωυσην λεγων

4:22 λαβε την αρχην των υιων γεδσων και τουτους κατ' οικους πατριων αυτων κατα δημους αυτων

4:23 απο πεντεκαιεικοσαετους και επανω εως πεντηκονταετους επισκεψαι αυτους πας ο εισπορευομενος λειτουργειν και ποιειν τα εργα αυτου εν τη σκηνη του μαρτυριου

4:24 αυτη η λειτουργια του δημου του γεδσων λειτουργειν και αιρειν

4:25 και αρει τας δερρεις της σκηνης και την σκηνην του μαρτυριου και το καλυμμα αυτης και το καλυμμα το υακινθινον το ον επ' αυτης ανωθεν και το καλυμμα της θυρας της σκηνης του μαρτυριου

4:26 και τα ιστια της αυλης οσα επι της σκηνης του μαρτυριου και τα περισσα και παντα τα σκευη τα λειτουργικα οσα λειτουργουσιν εν αυτοις ποιησουσιν

4:27 κατα στομα ααρων και των υιων αυτου εσται η λειτουργια των υιων γεδσων κατα πασας τας λειτουργιας αυτων και κατα παντα τα αρτα δι' αυτων και επισκεψη αυτους εξ ονοματων παντα τα αρτα υπ' αυτων

4:28 αυτη η λειτουργια των υιων γεδσων εν τη σκηνη του μαρτυριου και η φυλακη αυτων εν χειρι ιθαμαρ του υιου ααρων του ιερεως

4:29 υιοι μεραρι κατα δημους αυτων κατ' οικους πατριων αυτων επισκεψασθε αυτους

4:30 απο πεντεκαιεικοσαετους και επανω εως πεντηκονταετους επισκεψασθε αυτους πας ο εισπορευομενος λειτουργειν τα εργα της σκηνης του μαρτυριου

4:31 και ταυτα τα φυλαγματα των αιρομενων υπ' αυτων κατα παντα τα εργα αυτων εν τη σκηνη του μαρτυριου τας κεφαλιδας της σκηνης και τους μοχλους και τους στυλους αυτης και τας βασεις αυτης και το κατακαλυμμα και αι βασεις αυτων και οι στυλοι αυτων και το κατακαλυμμα της θυρας της σκηνης

4:32 και τους στυλους της αυλης κυκλω και αι βασεις αυτων και τους στυλους του καταπετασματος της πυλης της αυλης και τας βασεις αυτων και τους πασσαλους αυτων και τους καλους αυτων και παντα τα σκευη αυτων και παντα τα λειτουργηματα αυτων εξ ονοματων επισκεψασθε αυτους και παντα τα σκευη της φυλακης των αιρομενων υπ' αυτων

4:33 αυτη η λειτουργια δημου υιων μεραρι εν πασιν τοις εργοις αυτων εν τη σκηνη του μαρτυριου εν χειρι ιθαμαρ υιου ααρων του ιερεως

4:34 και επεσκεψατο μωυσης και ααρων και οι αρχοντες ισραηλ τους υιους κααθ κατα δημους αυτων κατ' οικους πατριων αυτων

4:35 απο πεντεκαιεικοσαετους και επανω εως πεντηκονταετους πας ο εισπορευομενος λειτουργειν και ποιειν εν τη σκηνη του μαρτυριου

4:36 και εγενετο η επισκεψις αυτων κατα δημους αυτων δισχιλιοι διακοσιοι πεντηκοντα

4:37 αυτη η επισκεψις δημου κααθ πας ο λειτουργων εν τη σκηνη του μαρτυριου καθα επεσκεψατο μωυσης και ααρων δια φωνης κυριου εν χειρι μωυση

4:38 και επεσκεπησαν υιοι γεδσων κατα δημους αυτων κατ' οικους πατριων αυτων

4:39 απο πεντεκαιεικοσαετους και επανω εως πεντηκονταετους πας ο εισπορευομενος λειτουργειν και ποιειν τα εργα εν τη σκηνη του μαρτυριου

4:40 και εγενετο η επισκεψις αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων δισχιλιοι εξακοσιοι τριακοντα

4:41 αυτη η επισκεψις δημου υιων γεδσων πας ο λειτουργων εν τη σκηνη του μαρτυριου ους επεσκεψατο μωυσης και ααρων δια φωνης κυριου εν χειρι μωυση

4:42 επεσκεπησαν δε και δημος υιων μεραρι κατα δημους αυτων κατ' οικους πατριων αυτων

4:43 απο πεντεκαιεικοσαετους και επανω εως πεντηκονταετους πας ο εισπορευομενος λειτουργειν προς τα εργα της σκηνης του μαρτυριου

4:44 και εγενηθη η επισκεψις αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων τρισχιλιοι και διακοσιοι

4:45 αυτη η επισκεψις δημου υιων μεραρι ους επεσκεψατο μωυσης και ααρων δια φωνης κυριου εν χειρι μωυση

4:46 παντες οι επεσκεμμενοι ους επεσκεψατο μωυσης και ααρων και οι αρχοντες ισραηλ τους λευιτας κατα δημους κατ' οικους πατριων αυτων

4:47 απο πεντεκαιεικοσαετους και επανω εως πεντηκονταετους πας ο εισπορευομενος προς το εργον των εργων και τα εργα τα αιρομενα εν τη σκηνη του μαρτυριου

4:48 και εγενηθησαν οι επισκεπεντες οκτακισχιλιοι πεντακοσιοι ογδοηκοντα

4:49 δια φωνης κυριου επεσκεψατο αυτους εν χειρι μωυση ανδρα κατ' ανδρα επι των εργων αυτων και επι ων αιρουσιν αυτοι και επεσκεπησαν ον τροπον συνεταξεν κυριος τω μωυση

 

Created with FREE HTMLCompiler by BibleDatabase