HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 5

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

5:1 και ελαλησεν κυριος προς μωυσην λεγων

5:2 προσταξον τοις υιοις ισραηλ και εξαποστειλατωσαν εκ της παρεμβολης παντα λεπρον και παντα γονορρυη και παντα ακαθαρτον επι ψυχη

5:3 απο αρσενικου εως θηλυκου εξαποστειλατε εξω της παρεμβολης και ου μη μιανουσιν τας παρεμβολας αυτων εν οις εγω καταγινομαι εν αυτοις

5:4 και εποιησαν ουτως οι υιοι ισραηλ και εξαπεστειλαν αυτους εξω της παρεμβολης καθα ελαλησεν κυριος τω μωυση ουτως εποιησαν οι υιοι ισραηλ

5:5 και ελαλησεν κυριος προς μωυσην λεγων

5:6 λαλησον τοις υιοις ισραηλ λεγων ανηρ η γυνη οστις εαν ποιηση απο των αμαρτιων των ανθρωπινων και παριδων παριδη και πλημμεληση η ψυχη εκεινη

5:7 εξαγορευσει την αμαρτιαν ην εποιησεν και αποδωσει την πλημμελειαν το κεφαλαιον και το επιπεμπτον αυτου προσθησει επ' αυτο και αποδωσει τινι επλημμελησεν αυτω

5:8 εαν δε μη η τω ανθρωπω ο αγχιστευων ωστε αποδουναι αυτω το πλημμελημα προς αυτον το πλημμελημα το αποδιδομενον κυριω τω ιερει εσται πλην του κριου του ιλασμου δι' ου εξιλασεται εν αυτω περι αυτου

5:9 και πασα απαρχη κατα παντα τα αγιαζομενα εν υιοις ισραηλ οσα αν προσφερωσιν τω κυριω τω ιερει αυτω εσται

5:10 και εκαστου τα ηγιασμενα αυτου εσται ανηρ ος εαν δω τω ιερει αυτω εσται

5:11 και ελαλησεν κυριος προς μωυσην λεγων

5:12 λαλησον τοις υιοις ισραηλ και ερεις προς αυτους ανδρος ανδρος εαν παραβη η γυνη αυτου και παριδη αυτον υπεριδουσα

5:13 και κοιμηθη τις μετ' αυτης κοιτην σπερματος και λαθη εξ οφθαλμων του ανδρος αυτης και κρυψη αυτη δε η μεμιαμμενη και μαρτυς μη ην μετ' αυτης και αυτη μη η συνειλημμενη

5:14 και επελθη αυτω πνευμα ζηλωσεως και ζηλωση την γυναικα αυτου αυτη δε μεμιανται η επελθη αυτω πνευμα ζηλωσεως και ζηλωση την γυναικα αυτου αυτη δε μη η μεμιαμμενη

5:15 και αξει ο ανθρωπος την γυναικα αυτου προς τον ιερεα και προσοισει το δωρον περι αυτης το δεκατον του οιφι αλευρον κριθινον ουκ επιχεει επ' αυτο ελαιον ουδε επιθησει επ' αυτο λιβανον εστιν γαρ θυσια ζηλοτυπιας θυσια μνημοσυνου αναμιμνησκουσα αμαρτιαν

5:16 και προσαξει αυτην ο ιερευς και στησει αυτην εναντι κυριου

5:17 και λημψεται ο ιερευς υδωρ καθαρον ζων εν αγγειω οστρακινω και της γης της ουσης επι του εδαφους της σκηνης του μαρτυριου και λαβων ο ιερευς εμβαλει εις το υδωρ

5:18 και στησει ο ιερευς την γυναικα εναντι κυριου και αποκαλυψει την κεφαλην της γυναικος και δωσει επι τας χειρας αυτης την θυσιαν του μνημοσυνου την θυσιαν της ζηλοτυπιας εν δε τη χειρι του ιερεως εσται το υδωρ του ελεγμου του επικαταρωμενου τουτου

5:19 και ορκιει αυτην ο ιερευς και ερει τη γυναικι ει μη κεκοιμηται τις μετα σου ει μη παραβεβηκας μιανθηναι υπο τον ανδρα τον σεαυτης αθωα ισθι απο του υδατος του ελεγμου του επικαταρωμενου τουτου

5:20 ει δε συ παραβεβηκας υπ' ανδρος ουσα η μεμιανσαι και εδωκεν τις την κοιτην αυτου εν σοι πλην του ανδρος σου

5:21 και ορκιει ο ιερευς την γυναικα εν τοις ορκοις της αρας ταυτης και ερει ο ιερευς τη γυναικι δωη κυριος σε εν αρα και ενορκιον εν μεσω του λαου σου εν τω δουναι κυριον τον μηρον σου διαπεπτωκοτα και την κοιλιαν σου πεπρησμενην

5:22 και εισελευσεται το υδωρ το επικαταρωμενον τουτο εις την κοιλιαν σου πρησαι γαστερα και διαπεσειν μηρον σου και ερει η γυνη γενοιτο γενοιτο

5:23 και γραψει ο ιερευς τας αρας ταυτας εις βιβλιον και εξαλειψει εις το υδωρ του ελεγμου του επικαταρωμενου

5:24 και ποτιει την γυναικα το υδωρ του ελεγμου του επικαταρωμενου και εισελευσεται εις αυτην το υδωρ το επικαταρωμενον του ελεγμου

5:25 και λημψεται ο ιερευς εκ χειρος της γυναικος την θυσιαν της ζηλοτυπιας και επιθησει την θυσιαν εναντι κυριου και προσοισει αυτην προς το θυσιαστηριον

5:26 και δραξεται ο ιερευς απο της θυσιας το μνημοσυνον αυτης και ανοισει αυτο επι το θυσιαστηριον και μετα ταυτα ποτιει την γυναικα το υδωρ

5:27 και εσται εαν η μεμιαμμενη και ληθη λαθη τον ανδρα αυτης και εισελευσεται εις αυτην το υδωρ του ελεγμου το επικαταρωμενον και πρησθησεται την κοιλιαν και διαπεσειται ο μηρος αυτης και εσται η γυνη εις αραν εν τω λαω αυτης

5:28 εαν δε μη μιανθη η γυνη και καθαρα η και αθωα εσται και εκσπερματιει σπερμα

5:29 ουτος ο νομος της ζηλοτυπιας ω εαν παραβη η γυνη υπ' ανδρος ουσα και μιανθη

5:30 η ανθρωπος ω εαν επελθη επ' αυτον πνευμα ζηλωσεως και ζηλωση την γυναικα αυτου και στησει την γυναικα αυτου εναντι κυριου και ποιησει αυτη ο ιερευς παντα τον νομον τουτον

5:31 και αθωος εσται ο ανθρωπος απο αμαρτιας και η γυνη εκεινη λημψεται την αμαρτιαν αυτης

 

Created with FREE HTMLCompiler by BibleDatabase