HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 6

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

6:1 και ελαλησεν κυριος προς μωυσην λεγων

6:2 λαλησον τοις υιοις ισραηλ και ερεις προς αυτους ανηρ η γυνη ος εαν μεγαλως ευξηται ευχην αφαγνισασθαι αγνειαν κυριω

6:3 απο οινου και σικερα αγνισθησεται απο οινου και οξος εξ οινου και οξος εκ σικερα ου πιεται και οσα κατεργαζεται εκ σταφυλης ου πιεται και σταφυλην προσφατον και σταφιδα ου φαγεται

6:4 πασας τας ημερας της ευχης αυτου απο παντων οσα γινεται εξ αμπελου οινον απο στεμφυλων εως γιγαρτου ου φαγεται

6:5 πασας τας ημερας της ευχης του αγνισμου ξυρον ουκ επελευσεται επι την κεφαλην αυτου εως αν πληρωθωσιν αι ημεραι οσας ηυξατο κυριω αγιος εσται τρεφων κομην τριχα κεφαλης

6:6 πασας τας ημερας της ευχης κυριω επι παση ψυχη τετελευτηκυια ουκ εισελευσεται

6:7 επι πατρι και επι μητρι και επ' αδελφω και επ' αδελφη ου μιανθησεται επ' αυτοις αποθανοντων αυτων οτι ευχη θεου αυτου επ' αυτω επι κεφαλης αυτου

6:8 πασας τας ημερας της ευχης αυτου αγιος εσται κυριω

6:9 εαν δε τις αποθανη εξαπινα επ' αυτω παραχρημα μιανθησεται η κεφαλη ευχης αυτου και ξυρησεται την κεφαλην αυτου η αν ημερα καθαρισθη τη ημερα τη εβδομη ξυρηθησεται

6:10 και τη ημερα τη ογδοη οισει δυο τρυγονας η δυο νεοσσους περιστερων προς τον ιερεα επι τας θυρας της σκηνης του μαρτυριου

6:11 και ποιησει ο ιερευς μιαν περι αμαρτιας και μιαν εις ολοκαυτωμα και εξιλασεται περι αυτου ο ιερευς περι ων ημαρτεν περι της ψυχης και αγιασει την κεφαλην αυτου εν εκεινη τη ημερα

6:12 η ηγιασθη κυριω τας ημερας της ευχης και προσαξει αμνον ενιαυσιον εις πλημμελειαν και αι ημεραι αι προτεραι αλογοι εσονται οτι εμιανθη κεφαλη ευχης αυτου

6:13 και ουτος ο νομος του ευξαμενου η αν ημερα πληρωση ημερας ευχης αυτου προσοισει αυτος παρα τας θυρας της σκηνης του μαρτυριου

6:14 και προσαξει το δωρον αυτου κυριω αμνον ενιαυσιον αμωμον ενα εις ολοκαυτωσιν και αμναδα ενιαυσιαν αμωμον μιαν εις αμαρτιαν και κριον ενα αμωμον εις σωτηριον

6:15 και κανουν αζυμων σεμιδαλεως αρτους αναπεποιημενους εν ελαιω και λαγανα αζυμα κεχρισμενα εν ελαιω και θυσια αυτων και σπονδη αυτων

6:16 και προσοισει ο ιερευς εναντι κυριου και ποιησει το περι αμαρτιας αυτου και το ολοκαυτωμα αυτου

6:17 και τον κριον ποιησει θυσιαν σωτηριου κυριω επι τω κανω των αζυμων και ποιησει ο ιερευς την θυσιαν αυτου και την σπονδην αυτου

6:18 και ξυρησεται ο ηυγμενος παρα τας θυρας της σκηνης του μαρτυριου την κεφαλην της ευχης αυτου και επιθησει τας τριχας επι το πυρ ο εστιν υπο την θυσιαν του σωτηριου

6:19 και λημψεται ο ιερευς τον βραχιονα εφθον απο του κριου και αρτον ενα αζυμον απο του κανου και λαγανον αζυμον εν και επιθησει επι τας χειρας του ηυγμενου μετα το ξυρησασθαι αυτον την ευχην αυτου

6:20 και προσοισει αυτα ο ιερευς επιθεμα εναντι κυριου αγιον εσται τω ιερει επι του στηθυνιου του επιθεματος και επι του βραχιονος του αφαιρεματος και μετα ταυτα πιεται ο ηυγμενος οινον

6:21 ουτος ο νομος του ευξαμενου ος αν ευξηται κυριω δωρον αυτου κυριω περι της ευχης χωρις ων αν ευρη η χειρ αυτου κατα δυναμιν της ευχης αυτου ην αν ευξηται κατα νομον αγνειας

6:22 και ελαλησεν κυριος προς μωυσην λεγων

6:23 λαλησον ααρων και τοις υιοις αυτου λεγων ουτως ευλογησετε τους υιους ισραηλ λεγοντες αυτοις και επιθησουσιν το ονομα μου επι τους υιους ισραηλ και εγω κυριος ευλογησω αυτους

6:24 ευλογησαι σε κυριος και φυλαξαι σε

6:25 επιφαναι κυριος το προσωπον αυτου επι σε και ελεησαι σε

6:26 επαραι κυριος το προσωπον αυτου επι σε και δωη σοι ειρηνην

 

Created with FREE HTMLCompiler by BibleDatabase