HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 7

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

7:1 και εγενετο η ημερα συνετελεσεν μωυσης ωστε αναστησαι την σκηνην και εχρισεν αυτην και ηγιασεν αυτην και παντα τα σκευη αυτης και το θυσιαστηριον και παντα τα σκευη αυτου και εχρισεν αυτα και ηγιασεν αυτα

7:2 και προσηνεγκαν οι αρχοντες ισραηλ δωδεκα αρχοντες οικων πατριων αυτων ουτοι αρχοντες φυλων ουτοι οι παρεστηκοτες επι της επισκοπης

7:3 και ηνεγκαν τα δωρα αυτων εναντι κυριου εξ αμαξας λαμπηνικας και δωδεκα βοας αμαξαν παρα δυο αρχοντων και μοσχον παρα εκαστου και προσηγαγον εναντιον της σκηνης

7:4 και ειπεν κυριος προς μωυσην λεγων

7:5 λαβε παρ' αυτων και εσονται προς τα εργα τα λειτουργικα της σκηνης του μαρτυριου και δωσεις αυτα τοις λευιταις εκαστω κατα την αυτου λειτουργιαν

7:6 και λαβων μωυσης τας αμαξας και τους βοας εδωκεν αυτα τοις λευιταις

7:7 τας δυο αμαξας και τους τεσσαρας βοας εδωκεν τοις υιοις γεδσων κατα τας λειτουργιας αυτων

7:8 και τας τεσσαρας αμαξας και τους οκτω βοας εδωκεν τοις υιοις μεραρι κατα τας λειτουργιας αυτων δια ιθαμαρ υιου ααρων του ιερεως

7:9 και τοις υιοις κααθ ουκ εδωκεν οτι τα λειτουργηματα του αγιου εχουσιν επ' ωμων αρουσιν

7:10 και προσηνεγκαν οι αρχοντες εις τον εγκαινισμον του θυσιαστηριου εν τη ημερα η εχρισεν αυτο και προσηνεγκαν οι αρχοντες τα δωρα αυτων απεναντι του θυσιαστηριου

7:11 και ειπεν κυριος προς μωυσην αρχων εις καθ' ημεραν αρχων καθ' ημεραν προσοισουσιν τα δωρα αυτων εις τον εγκαινισμον του θυσιαστηριου

7:12 και ην ο προσφερων τη ημερα τη πρωτη το δωρον αυτου ναασσων υιος αμιναδαβ αρχων της φυλης ιουδα

7:13 και προσηνεγκεν το δωρον αυτου τρυβλιον αργυρουν εν τριακοντα και εκατον ολκη αυτου φιαλην μιαν αργυραν εβδομηκοντα σικλων κατα τον σικλον τον αγιον αμφοτερα πληρη σεμιδαλεως αναπεποιημενης εν ελαιω εις θυσιαν

7:14 θυισκην μιαν δεκα χρυσων πληρη θυμιαματος

7:15 μοσχον ενα εκ βοων κριον ενα αμνον ενα ενιαυσιον εις ολοκαυτωμα

7:16 και χιμαρον εξ αιγων ενα περι αμαρτιας

7:17 και εις θυσιαν σωτηριου δαμαλεις δυο κριους πεντε τραγους πεντε αμναδας ενιαυσιας πεντε τουτο το δωρον ναασσων υιου αμιναδαβ

7:18 τη ημερα τη δευτερα προσηνεγκεν ναθαναηλ υιος σωγαρ αρχων της φυλης ισσαχαρ

7:19 και προσηνεγκεν το δωρον αυτου τρυβλιον αργυρουν εν τριακοντα και εκατον ολκη αυτου φιαλην μιαν αργυραν εβδομηκοντα σικλων κατα τον σικλον τον αγιον αμφοτερα πληρη σεμιδαλεως αναπεποιημενης εν ελαιω εις θυσιαν

7:20 θυισκην μιαν δεκα χρυσων πληρη θυμιαματος

7:21 μοσχον ενα εκ βοων κριον ενα αμνον ενα ενιαυσιον εις ολοκαυτωμα

7:22 και χιμαρον εξ αιγων ενα περι αμαρτιας

7:23 και εις θυσιαν σωτηριου δαμαλεις δυο κριους πεντε τραγους πεντε αμναδας ενιαυσιας πεντε τουτο το δωρον ναθαναηλ υιου σωγαρ

7:24 τη ημερα τη τριτη αρχων των υιων ζαβουλων ελιαβ υιος χαιλων

7:25 το δωρον αυτου τρυβλιον αργυρουν εν τριακοντα και εκατον ολκη αυτου φιαλην μιαν αργυραν εβδομηκοντα σικλων κατα τον σικλον τον αγιον αμφοτερα πληρη σεμιδαλεως αναπεποιημενης εν ελαιω εις θυσιαν

7:26 θυισκην μιαν δεκα χρυσων πληρη θυμιαματος

7:27 μοσχον ενα εκ βοων κριον ενα αμνον ενα ενιαυσιον εις ολοκαυτωμα

7:28 και χιμαρον εξ αιγων ενα περι αμαρτιας

7:29 και εις θυσιαν σωτηριου δαμαλεις δυο κριους πεντε τραγους πεντε αμναδας ενιαυσιας πεντε τουτο το δωρον ελιαβ υιου χαιλων

7:30 τη ημερα τη τεταρτη αρχων των υιων ρουβην ελισουρ υιος σεδιουρ

7:31 το δωρον αυτου τρυβλιον αργυρουν εν τριακοντα και εκατον ολκη αυτου φιαλην μιαν αργυραν εβδομηκοντα σικλων κατα τον σικλον τον αγιον αμφοτερα πληρη σεμιδαλεως αναπεποιημενης εν ελαιω εις θυσιαν

7:32 θυισκην μιαν δεκα χρυσων πληρη θυμιαματος

7:33 μοσχον ενα εκ βοων κριον ενα αμνον ενα ενιαυσιον εις ολοκαυτωμα

7:34 και χιμαρον εξ αιγων ενα περι αμαρτιας

7:35 και εις θυσιαν σωτηριου δαμαλεις δυο κριους πεντε τραγους πεντε αμναδας ενιαυσιας πεντε τουτο το δωρον ελισουρ υιου σεδιουρ

7:36 τη ημερα τη πεμπτη αρχων των υιων συμεων σαλαμιηλ υιος σουρισαδαι

7:37 το δωρον αυτου τρυβλιον αργυρουν εν τριακοντα και εκατον ολκη αυτου φιαλην μιαν αργυραν εβδομηκοντα σικλων κατα τον σικλον τον αγιον αμφοτερα πληρη σεμιδαλεως αναπεποιημενης εν ελαιω εις θυσιαν

7:38 θυισκην μιαν δεκα χρυσων πληρη θυμιαματος

7:39 μοσχον ενα εκ βοων κριον ενα αμνον ενα ενιαυσιον εις ολοκαυτωμα

7:40 και χιμαρον εξ αιγων ενα περι αμαρτιας

7:41 και εις θυσιαν σωτηριου δαμαλεις δυο κριους πεντε τραγους πεντε αμναδας ενιαυσιας πεντε τουτο το δωρον σαλαμιηλ υιου σουρισαδαι

7:42 τη ημερα τη εκτη αρχων των υιων γαδ ελισαφ υιος ραγουηλ

7:43 το δωρον αυτου τρυβλιον αργυρουν εν τριακοντα και εκατον ολκη αυτου φιαλην μιαν αργυραν εβδομηκοντα σικλων κατα τον σικλον τον αγιον αμφοτερα πληρη σεμιδαλεως αναπεποιημενης εν ελαιω εις θυσιαν

7:44 θυισκην μιαν δεκα χρυσων πληρη θυμιαματος

7:45 μοσχον ενα εκ βοων κριον ενα αμνον ενα ενιαυσιον εις ολοκαυτωμα

7:46 και χιμαρον εξ αιγων ενα περι αμαρτιας

7:47 και εις θυσιαν σωτηριου δαμαλεις δυο κριους πεντε τραγους πεντε αμναδας ενιαυσιας πεντε τουτο το δωρον ελισαφ υιου ραγουηλ

7:48 τη ημερα τη εβδομη αρχων των υιων εφραιμ ελισαμα υιος εμιουδ

7:49 το δωρον αυτου τρυβλιον αργυρουν εν τριακοντα και εκατον ολκη αυτου φιαλην μιαν αργυραν εβδομηκοντα σικλων κατα τον σικλον τον αγιον αμφοτερα πληρη σεμιδαλεως αναπεποιημενης εν ελαιω εις θυσιαν

7:50 θυισκην μιαν δεκα χρυσων πληρη θυμιαματος

7:51 μοσχον ενα εκ βοων κριον ενα αμνον ενα ενιαυσιον εις ολοκαυτωμα

7:52 και χιμαρον εξ αιγων ενα περι αμαρτιας

7:53 και εις θυσιαν σωτηριου δαμαλεις δυο κριους πεντε τραγους πεντε αμναδας ενιαυσιας πεντε τουτο το δωρον ελισαμα υιου εμιουδ

7:54 τη ημερα τη ογδοη αρχων των υιων μανασση γαμαλιηλ υιος φαδασσουρ

7:55 το δωρον αυτου τρυβλιον αργυρουν εν τριακοντα και εκατον ολκη αυτου φιαλην μιαν αργυραν εβδομηκοντα σικλων κατα τον σικλον τον αγιον αμφοτερα πληρη σεμιδαλεως αναπεποιημενης εν ελαιω εις θυσιαν

7:56 θυισκην μιαν δεκα χρυσων πληρη θυμιαματος

7:57 μοσχον ενα εκ βοων κριον ενα αμνον ενα ενιαυσιον εις ολοκαυτωμα

7:58 και χιμαρον εξ αιγων ενα περι αμαρτιας

7:59 και εις θυσιαν σωτηριου δαμαλεις δυο κριους πεντε τραγους πεντε αμναδας ενιαυσιας πεντε τουτο το δωρον γαμαλιηλ υιου φαδασσουρ

7:60 τη ημερα τη ενατη αρχων των υιων βενιαμιν αβιδαν υιος γαδεωνι

7:61 το δωρον αυτου τρυβλιον αργυρουν εν τριακοντα και εκατον ολκη αυτου φιαλην μιαν αργυραν εβδομηκοντα σικλων κατα τον σικλον τον αγιον αμφοτερα πληρη σεμιδαλεως αναπεποιημενης εν ελαιω εις θυσιαν

7:62 θυισκην μιαν δεκα χρυσων πληρη θυμιαματος

7:63 μοσχον ενα εκ βοων κριον ενα αμνον ενα ενιαυσιον εις ολοκαυτωμα

7:64 και χιμαρον εξ αιγων ενα περι αμαρτιας

7:65 και εις θυσιαν σωτηριου δαμαλεις δυο κριους πεντε τραγους πεντε αμναδας ενιαυσιας πεντε τουτο το δωρον αβιδαν υιου γαδεωνι

7:66 τη ημερα τη δεκατη αρχων των υιων δαν αχιεζερ υιος αμισαδαι

7:67 το δωρον αυτου τρυβλιον αργυρουν εν τριακοντα και εκατον ολκη αυτου φιαλην μιαν αργυραν εβδομηκοντα σικλων κατα τον σικλον τον αγιον αμφοτερα πληρη σεμιδαλεως αναπεποιημενης εν ελαιω εις θυσιαν

7:68 θυισκην μιαν δεκα χρυσων πληρη θυμιαματος

7:69 μοσχον ενα εκ βοων κριον ενα αμνον ενα ενιαυσιον εις ολοκαυτωμα

7:70 και χιμαρον εξ αιγων ενα περι αμαρτιας

7:71 και εις θυσιαν σωτηριου δαμαλεις δυο κριους πεντε τραγους πεντε αμναδας ενιαυσιας πεντε τουτο το δωρον αχιεζερ υιου αμισαδαι

7:72 τη ημερα τη ενδεκατη αρχων των υιων ασηρ φαγαιηλ υιος εχραν

7:73 το δωρον αυτου τρυβλιον αργυρουν εν τριακοντα και εκατον ολκη αυτου φιαλην μιαν αργυραν εβδομηκοντα σικλων κατα τον σικλον τον αγιον αμφοτερα πληρη σεμιδαλεως αναπεποιημενης εν ελαιω εις θυσιαν

7:74 θυισκην μιαν δεκα χρυσων πληρη θυμιαματος

7:75 μοσχον ενα εκ βοων κριον ενα αμνον ενα ενιαυσιον εις ολοκαυτωμα

7:76 και χιμαρον εξ αιγων ενα περι αμαρτιας

7:77 και εις θυσιαν σωτηριου δαμαλεις δυο κριους πεντε τραγους πεντε αμναδας ενιαυσιας πεντε τουτο το δωρον φαγαιηλ υιου εχραν

7:78 τη ημερα τη δωδεκατη αρχων των υιων νεφθαλι αχιρε υιος αιναν

7:79 το δωρον αυτου τρυβλιον αργυρουν εν τριακοντα και εκατον ολκη αυτου φιαλην μιαν αργυραν εβδομηκοντα σικλων κατα τον σικλον τον αγιον αμφοτερα πληρη σεμιδαλεως αναπεποιημενης εν ελαιω εις θυσιαν

7:80 θυισκην μιαν δεκα χρυσων πληρη θυμιαματος

7:81 μοσχον ενα εκ βοων κριον ενα αμνον ενα ενιαυσιον εις ολοκαυτωμα

7:82 και χιμαρον εξ αιγων ενα περι αμαρτιας

7:83 και εις θυσιαν σωτηριου δαμαλεις δυο κριους πεντε τραγους πεντε αμναδας ενιαυσιας πεντε τουτο το δωρον αχιρε υιου αιναν

7:84 ουτος ο εγκαινισμος του θυσιαστηριου η ημερα εχρισεν αυτο παρα των αρχοντων των υιων ισραηλ τρυβλια αργυρα δωδεκα φιαλαι αργυραι δωδεκα θυισκαι χρυσαι δωδεκα

7:85 τριακοντα και εκατον σικλων το τρυβλιον το εν και εβδομηκοντα σικλων η φιαλη η μια παν το αργυριον των σκευων δισχιλιοι και τετρακοσιοι σικλοι εν τω σικλω τω αγιω

7:86 θυισκαι χρυσαι δωδεκα πληρεις θυμιαματος παν το χρυσιον των θυισκων εικοσι και εκατον χρυσοι

7:87 πασαι αι βοες εις ολοκαυτωσιν μοσχοι δωδεκα κριοι δωδεκα αμνοι ενιαυσιοι δωδεκα και αι θυσιαι αυτων και αι σπονδαι αυτων και χιμαροι εξ αιγων δωδεκα περι αμαρτιας

7:88 πασαι αι βοες εις θυσιαν σωτηριου δαμαλεις εικοσι τεσσαρες κριοι εξηκοντα τραγοι εξηκοντα αμναδες εξηκοντα ενιαυσιαι αμωμοι αυτη η εγκαινωσις του θυσιαστηριου μετα το πληρωσαι τας χειρας αυτου και μετα το χρισαι αυτον

7:89 εν τω εισπορευεσθαι μωυσην εις την σκηνην του μαρτυριου λαλησαι αυτω και ηκουσεν την φωνην κυριου λαλουντος προς αυτον ανωθεν του ιλαστηριου ο εστιν επι της κιβωτου του μαρτυριου ανα μεσον των δυο χερουβιμ και ελαλει προς αυτον

 

Created with FREE HTMLCompiler by BibleDatabase