HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 8

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

8:1 και ελαλησεν κυριος προς μωυσην λεγων

8:2 λαλησον τω ααρων και ερεις προς αυτον οταν επιτιθης τους λυχνους εκ μερους κατα προσωπον της λυχνιας φωτιουσιν οι επτα λυχνοι

8:3 και εποιησεν ουτως ααρων εκ του ενος μερους κατα προσωπον της λυχνιας εξηψεν τους λυχνους αυτης καθα συνεταξεν κυριος τω μωυση

8:4 και αυτη η κατασκευη της λυχνιας στερεα χρυση ο καυλος αυτης και τα κρινα αυτης στερεα ολη κατα το ειδος ο εδειξεν κυριος τω μωυση ουτως εποιησεν την λυχνιαν

8:5 και ελαλησεν κυριος προς μωυσην λεγων

8:6 λαβε τους λευιτας εκ μεσου υιων ισραηλ και αφαγνιεις αυτους

8:7 και ουτως ποιησεις αυτοις τον αγνισμον αυτων περιρρανεις αυτους υδωρ αγνισμου και επελευσεται ξυρον επι παν το σωμα αυτων και πλυνουσιν τα ιματια αυτων και καθαροι εσονται

8:8 και λημψονται μοσχον ενα εκ βοων και τουτου θυσιαν σεμιδαλεως αναπεποιημενην εν ελαιω και μοσχον ενιαυσιον εκ βοων λημψη περι αμαρτιας

8:9 και προσαξεις τους λευιτας εναντι της σκηνης του μαρτυριου και συναξεις πασαν συναγωγην υιων ισραηλ

8:10 και προσαξεις τους λευιτας εναντι κυριου και επιθησουσιν οι υιοι ισραηλ τας χειρας αυτων επι τους λευιτας

8:11 και αφοριει ααρων τους λευιτας αποδομα εναντι κυριου παρα των υιων ισραηλ και εσονται ωστε εργαζεσθαι τα εργα κυριου

8:12 οι δε λευιται επιθησουσιν τας χειρας επι τας κεφαλας των μοσχων και ποιησει τον ενα περι αμαρτιας και τον ενα εις ολοκαυτωμα κυριω εξιλασασθαι περι αυτων

8:13 και στησεις τους λευιτας εναντι κυριου και εναντι ααρων και εναντι των υιων αυτου και αποδωσεις αυτους αποδομα εναντι κυριου

8:14 και διαστελεις τους λευιτας εκ μεσου υιων ισραηλ και εσονται εμοι

8:15 και μετα ταυτα εισελευσονται οι λευιται εργαζεσθαι τα εργα της σκηνης του μαρτυριου και καθαριεις αυτους και αποδωσεις αυτους εναντι κυριου

8:16 οτι αποδομα αποδεδομενοι ουτοι μοι εισιν εκ μεσου υιων ισραηλ αντι των διανοιγοντων πασαν μητραν πρωτοτοκων παντων εκ των υιων ισραηλ ειληφα αυτους εμοι

8:17 οτι εμοι παν πρωτοτοκον εν υιοις ισραηλ απο ανθρωπου εως κτηνους η ημερα επαταξα παν πρωτοτοκον εν γη αιγυπτω ηγιασα αυτους εμοι

8:18 και ελαβον τους λευιτας αντι παντος πρωτοτοκου εν υιοις ισραηλ

8:19 και απεδωκα τους λευιτας αποδομα δεδομενους ααρων και τοις υιοις αυτου εκ μεσου υιων ισραηλ εργαζεσθαι τα εργα των υιων ισραηλ εν τη σκηνη του μαρτυριου και εξιλασκεσθαι περι των υιων ισραηλ και ουκ εσται εν τοις υιοις ισραηλ προσεγγιζων προς τα αγια

8:20 και εποιησεν μωυσης και ααρων και πασα συναγωγη υιων ισραηλ τοις λευιταις καθα ενετειλατο κυριος τω μωυση περι των λευιτων ουτως εποιησαν αυτοις οι υιοι ισραηλ

8:21 και ηγνισαντο οι λευιται και επλυναντο τα ιματια και απεδωκεν αυτους ααρων αποδομα εναντι κυριου και εξιλασατο περι αυτων ααρων αφαγνισασθαι αυτους

8:22 και μετα ταυτα εισηλθον οι λευιται λειτουργειν την λειτουργιαν αυτων εν τη σκηνη του μαρτυριου εναντι ααρων και εναντι των υιων αυτου καθως συνεταξεν κυριος τω μωυση περι των λευιτων ουτως εποιησαν αυτοις

8:23 και ελαλησεν κυριος προς μωυσην λεγων

8:24 τουτο εστιν το περι των λευιτων απο πεντεκαιεικοσαετους και επανω εισελευσονται ενεργειν εν τη σκηνη του μαρτυριου

8:25 και απο πεντηκονταετους αποστησεται απο της λειτουργιας και ουκ εργαται ετι

8:26 και λειτουργησει ο αδελφος αυτου εν τη σκηνη του μαρτυριου φυλασσειν φυλακας εργα δε ουκ εργαται ουτως ποιησεις τοις λευιταις εν ταις φυλακαις αυτων

 

Created with FREE HTMLCompiler by BibleDatabase