HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 10

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

10:1 και ελαλησεν κυριος προς μωυσην λεγων

10:2 ποιησον σεαυτω δυο σαλπιγγας αργυρας ελατας ποιησεις αυτας και εσονται σοι ανακαλειν την συναγωγην και εξαιρειν τας παρεμβολας

10:3 και σαλπισεις εν αυταις και συναχθησεται πασα η συναγωγη επι την θυραν της σκηνης του μαρτυριου

10:4 εαν δε εν μια σαλπισωσιν προσελευσονται προς σε παντες οι αρχοντες αρχηγοι ισραηλ

10:5 και σαλπιειτε σημασιαν και εξαρουσιν αι παρεμβολαι αι παρεμβαλλουσαι ανατολας

10:6 και σαλπιειτε σημασιαν δευτεραν και εξαρουσιν αι παρεμβολαι αι παρεμβαλλουσαι λιβα και σαλπιειτε σημασιαν τριτην και εξαρουσιν αι παρεμβολαι αι παρεμβαλλουσαι παρα θαλασσαν και σαλπιειτε σημασιαν τεταρτην και εξαρουσιν αι παρεμβολαι αι παρεμβαλλουσαι προς βορραν σημασια σαλπιουσιν εν τη εξαρσει αυτων

10:7 και οταν συναγαγητε την συναγωγην σαλπιειτε και ου σημασια

10:8 και οι υιοι ααρων οι ιερεις σαλπιουσιν ταις σαλπιγξιν και εσται υμιν νομιμον αιωνιον εις τας γενεας υμων

10:9 εαν δε εξελθητε εις πολεμον εν τη γη υμων προς τους υπεναντιους τους ανθεστηκοτας υμιν και σημανειτε ταις σαλπιγξιν και αναμνησθησεσθε εναντι κυριου και διασωθησεσθε απο των εχθρων υμων

10:10 και εν ταις ημεραις της ευφροσυνης υμων και εν ταις εορταις υμων και εν ταις νουμηνιαις υμων σαλπιειτε ταις σαλπιγξιν επι τοις ολοκαυτωμασιν και επι ταις θυσιαις των σωτηριων υμων και εσται υμιν αναμνησις εναντι του θεου υμων εγω κυριος ο θεος υμων

10:11 και εγενετο εν τω ενιαυτω τω δευτερω εν τω μηνι τω δευτερω εικαδι του μηνος ανεβη η νεφελη απο της σκηνης του μαρτυριου

10:12 και εξηραν οι υιοι ισραηλ συν απαρτιαις αυτων εν τη ερημω σινα και εστη η νεφελη εν τη ερημω του φαραν

10:13 και εξηραν πρωτοι δια φωνης κυριου εν χειρι μωυση

10:14 και εξηραν ταγμα παρεμβολης υιων ιουδα πρωτοι συν δυναμει αυτων και επι της δυναμεως αυτων ναασσων υιος αμιναδαβ

10:15 και επι της δυναμεως φυλης υιων ισσαχαρ ναθαναηλ υιος σωγαρ

10:16 και επι της δυναμεως φυλης υιων ζαβουλων ελιαβ υιος χαιλων

10:17 και καθελουσιν την σκηνην και εξαρουσιν οι υιοι γεδσων και οι υιοι μεραρι αιροντες την σκηνην

10:18 και εξηραν ταγμα παρεμβολης ρουβην συν δυναμει αυτων και επι της δυναμεως αυτων ελισουρ υιος σεδιουρ

10:19 και επι της δυναμεως φυλης υιων συμεων σαλαμιηλ υιος σουρισαδαι

10:20 και επι της δυναμεως φυλης υιων γαδ ελισαφ ο του ραγουηλ

10:21 και εξαρουσιν οι υιοι κααθ αιροντες τα αγια και στησουσιν την σκηνην εως παραγενωνται

10:22 και εξαρουσιν ταγμα παρεμβολης εφραιμ συν δυναμει αυτων και επι της δυναμεως αυτων ελισαμα υιος εμιουδ

10:23 και επι της δυναμεως φυλης υιων μανασση γαμαλιηλ ο του φαδασσουρ

10:24 και επι της δυναμεως φυλης υιων βενιαμιν αβιδαν ο του γαδεωνι

10:25 και εξαρουσιν ταγμα παρεμβολης υιων δαν εσχατοι πασων των παρεμβολων συν δυναμει αυτων και επι της δυναμεως αυτων αχιεζερ ο του αμισαδαι

10:26 και επι της δυναμεως φυλης υιων ασηρ φαγαιηλ υιος εχραν

10:27 και επι της δυναμεως φυλης υιων νεφθαλι αχιρε υιος αιναν

10:28 αυται αι στρατιαι υιων ισραηλ και εξηραν συν δυναμει αυτων

10:29 και ειπεν μωυσης τω ιωβαβ υιω ραγουηλ τω μαδιανιτη τω γαμβρω μωυση εξαιρομεν ημεις εις τον τοπον ον ειπεν κυριος τουτον δωσω υμιν δευρο μεθ' ημων και ευ σε ποιησομεν οτι κυριος ελαλησεν καλα περι ισραηλ

10:30 και ειπεν προς αυτον ου πορευσομαι αλλα εις την γην μου και εις την γενεαν μου

10:31 και ειπεν μη εγκαταλιπης ημας ου εινεκεν ησθα μεθ' ημων εν τη ερημω και εση εν ημιν πρεσβυτης

10:32 και εσται εαν πορευθης μεθ' ημων και εσται τα αγαθα εκεινα οσα εαν αγαθοποιηση κυριος ημας και ευ σε ποιησομεν

10:33 και εξηραν εκ του ορους κυριου οδον τριων ημερων και η κιβωτος της διαθηκης κυριου προεπορευετο προτερα αυτων οδον τριων ημερων κατασκεψασθαι αυτοις αναπαυσιν

10:34 και εγενετο εν τω εξαιρειν την κιβωτον και ειπεν μωυσης εξεγερθητι κυριε διασκορπισθητωσαν οι εχθροι σου φυγετωσαν παντες οι μισουντες σε

10:35 και εν τη καταπαυσει ειπεν επιστρεφε κυριε χιλιαδας μυριαδας εν τω ισραηλ

10:36 και η νεφελη εγενετο σκιαζουσα επ' αυτοις ημερας εν τω εξαιρειν αυτους εκ της παρεμβολης

 

Created with FREE HTMLCompiler by BibleDatabase