HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 11

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

11:1 και ην ο λαος γογγυζων πονηρα εναντι κυριου και ηκουσεν κυριος και εθυμωθη οργη και εξεκαυθη εν αυτοις πυρ παρα κυριου και κατεφαγεν μερος τι της παρεμβολης

11:2 και εκεκραξεν ο λαος προς μωυσην και ηυξατο μωυσης προς κυριον και εκοπασεν το πυρ

11:3 και εκληθη το ονομα του τοπου εκεινου εμπυρισμος οτι εξεκαυθη εν αυτοις πυρ παρα κυριου

11:4 και ο επιμικτος ο εν αυτοις επεθυμησαν επιθυμιαν και καθισαντες εκλαιον και οι υιοι ισραηλ και ειπαν τις ημας ψωμιει κρεα

11:5 εμνησθημεν τους ιχθυας ους ησθιομεν εν αιγυπτω δωρεαν και τους σικυας και τους πεπονας και τα πρασα και τα κρομμυα και τα σκορδα

11:6 νυνι δε η ψυχη ημων καταξηρος ουδεν πλην εις το μαννα οι οφθαλμοι ημων

11:7 το δε μαννα ωσει σπερμα κοριου εστιν και το ειδος αυτου ειδος κρυσταλλου

11:8 και διεπορευετο ο λαος και συνελεγον και ηληθον αυτο εν τω μυλω και ετριβον εν τη θυια και ηψουν αυτο εν τη χυτρα και εποιουν αυτο εγκρυφιας και ην η ηδονη αυτου ωσει γευμα εγκρις εξ ελαιου

11:9 και οταν κατεβη η δροσος επι την παρεμβολην νυκτος κατεβαινεν το μαννα επ' αυτης

11:10 και ηκουσεν μωυσης κλαιοντων αυτων κατα δημους αυτων εκαστον επι της θυρας αυτου και εθυμωθη οργη κυριος σφοδρα και εναντι μωυση ην πονηρον

11:11 και ειπεν μωυσης προς κυριον ινα τι εκακωσας τον θεραποντα σου και δια τι ουχ ευρηκα χαριν εναντιον σου επιθειναι την ορμην του λαου τουτου επ' εμε

11:12 μη εγω εν γαστρι ελαβον παντα τον λαον τουτον η εγω ετεκον αυτους οτι λεγεις μοι λαβε αυτον εις τον κολπον σου ωσει αραι τιθηνος τον θηλαζοντα εις την γην ην ωμοσας τοις πατρασιν αυτων

11:13 ποθεν μοι κρεα δουναι παντι τω λαω τουτω οτι κλαιουσιν επ' εμοι λεγοντες δος ημιν κρεα ινα φαγωμεν

11:14 ου δυνησομαι εγω μονος φερειν τον λαον τουτον οτι βαρυτερον μοι εστιν το ρημα τουτο

11:15 ει δε ουτως συ ποιεις μοι αποκτεινον με αναιρεσει ει ευρηκα ελεος παρα σοι ινα μη ιδω μου την κακωσιν

11:16 και ειπεν κυριος προς μωυσην συναγαγε μοι εβδομηκοντα ανδρας απο των πρεσβυτερων ισραηλ ους αυτος συ οιδας οτι ουτοι εισιν πρεσβυτεροι του λαου και γραμματεις αυτων και αξεις αυτους προς την σκηνην του μαρτυριου και στησονται εκει μετα σου

11:17 και καταβησομαι και λαλησω εκει μετα σου και αφελω απο του πνευματος του επι σοι και επιθησω επ' αυτους και συναντιλημψονται μετα σου την ορμην του λαου και ουκ οισεις αυτους συ μονος

11:18 και τω λαω ερεις αγνισασθε εις αυριον και φαγεσθε κρεα οτι εκλαυσατε εναντι κυριου λεγοντες τις ημας ψωμιει κρεα οτι καλον ημιν εστιν εν αιγυπτω και δωσει κυριος υμιν κρεα φαγειν και φαγεσθε κρεα

11:19 ουχ ημεραν μιαν φαγεσθε ουδε δυο ουδε πεντε ημερας ουδε δεκα ημερας ουδε εικοσι ημερας

11:20 εως μηνος ημερων φαγεσθε εως αν εξελθη εκ των μυκτηρων υμων και εσται υμιν εις χολεραν οτι ηπειθησατε κυριω ος εστιν εν υμιν και εκλαυσατε εναντιον αυτου λεγοντες ινα τι ημιν εξελθειν εξ αιγυπτου

11:21 και ειπεν μωυσης εξακοσιαι χιλιαδες πεζων ο λαος εν οις ειμι εν αυτοις και συ ειπας κρεα δωσω αυτοις φαγειν και φαγονται μηνα ημερων

11:22 μη προβατα και βοες σφαγησονται αυτοις και αρκεσει αυτοις η παν το οψος της θαλασσης συναχθησεται αυτοις και αρκεσει αυτοις

11:23 και ειπεν κυριος προς μωυσην μη χειρ κυριου ουκ εξαρκεσει ηδη γνωσει ει επικαταλημψεται σε ο λογος μου η ου

11:24 και εξηλθεν μωυσης και ελαλησεν προς τον λαον τα ρηματα κυριου και συνηγαγεν εβδομηκοντα ανδρας απο των πρεσβυτερων του λαου και εστησεν αυτους κυκλω της σκηνης

11:25 και κατεβη κυριος εν νεφελη και ελαλησεν προς αυτον και παρειλατο απο του πνευματος του επ' αυτω και επεθηκεν επι τους εβδομηκοντα ανδρας τους πρεσβυτερους ως δε επανεπαυσατο το πνευμα επ' αυτους και επροφητευσαν και ουκετι προσεθεντο

11:26 και κατελειφθησαν δυο ανδρες εν τη παρεμβολη ονομα τω ενι ελδαδ και ονομα τω δευτερω μωδαδ και επανεπαυσατο επ' αυτους το πνευμα και ουτοι ησαν των καταγεγραμμενων και ουκ ηλθον προς την σκηνην και επροφητευσαν εν τη παρεμβολη

11:27 και προσδραμων ο νεανισκος απηγγειλεν μωυση και ειπεν λεγων ελδαδ και μωδαδ προφητευουσιν εν τη παρεμβολη

11:28 και αποκριθεις ιησους ο του ναυη ο παρεστηκως μωυση ο εκελεκτος ειπεν κυριε μωυση κωλυσον αυτους

11:29 και ειπεν αυτω μωυσης μη ζηλοις συ μοι και τις δωη παντα τον λαον κυριου προφητας οταν δω κυριος το πνευμα αυτου επ' αυτους

11:30 και απηλθεν μωυσης εις την παρεμβολην αυτος και οι πρεσβυτεροι ισραηλ

11:31 και πνευμα εξηλθεν παρα κυριου και εξεπερασεν ορτυγομητραν απο της θαλασσης και επεβαλεν επι την παρεμβολην οδον ημερας εντευθεν και οδον ημερας εντευθεν κυκλω της παρεμβολης ωσει διπηχυ απο της γης

11:32 και αναστας ο λαος ολην την ημεραν και ολην την νυκτα και ολην την ημεραν την επαυριον και συνηγαγον την ορτυγομητραν ο το ολιγον συνηγαγεν δεκα κορους και εψυξαν εαυτοις ψυγμους κυκλω της παρεμβολης

11:33 τα κρεα ετι ην εν τοις οδουσιν αυτων πριν η εκλειπειν και κυριος εθυμωθη εις τον λαον και επαταξεν κυριος τον λαον πληγην μεγαλην σφοδρα

11:34 και εκληθη το ονομα του τοπου εκεινου μνηματα της επιθυμιας οτι εκει εθαψαν τον λαον τον επιθυμητην

11:35 απο μνηματων επιθυμιας εξηρεν ο λαος εις ασηρωθ και εγενετο ο λαος εν ασηρωθ

 

Created with FREE HTMLCompiler by BibleDatabase