HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 12

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

12:1 και ελαλησεν μαριαμ και ααρων κατα μωυση ενεκεν της γυναικος της αιθιοπισσης ην ελαβεν μωυσης οτι γυναικα αιθιοπισσαν ελαβεν

12:2 και ειπαν μη μωυση μονω λελαληκεν κυριος ουχι και ημιν ελαλησεν και ηκουσεν κυριος

12:3 και ο ανθρωπος μωυσης πραυς σφοδρα παρα παντας τους ανθρωπους τους οντας επι της γης

12:4 και ειπεν κυριος παραχρημα προς μωυσην και μαριαμ και ααρων εξελθατε υμεις οι τρεις εις την σκηνην του μαρτυριου και εξηλθον οι τρεις εις την σκηνην του μαρτυριου

12:5 και κατεβη κυριος εν στυλω νεφελης και εστη επι της θυρας της σκηνης του μαρτυριου και εκληθησαν ααρων και μαριαμ και εξηλθοσαν αμφοτεροι

12:6 και ειπεν προς αυτους ακουσατε των λογων μου εαν γενηται προφητης υμων κυριω εν οραματι αυτω γνωσθησομαι και εν υπνω λαλησω αυτω

12:7 ουχ ουτως ο θεραπων μου μωυσης εν ολω τω οικω μου πιστος εστιν

12:8 στομα κατα στομα λαλησω αυτω εν ειδει και ου δι' αινιγματων και την δοξαν κυριου ειδεν και δια τι ουκ εφοβηθητε καταλαλησαι κατα του θεραποντος μου μωυση

12:9 και οργη θυμου κυριου επ' αυτοις και απηλθεν

12:10 και η νεφελη απεστη απο της σκηνης και ιδου μαριαμ λεπρωσα ωσει χιων και επεβλεψεν ααρων επι μαριαμ και ιδου λεπρωσα

12:11 και ειπεν ααρων προς μωυσην δεομαι κυριε μη συνεπιθη ημιν αμαρτιαν διοτι ηγνοησαμεν καθοτι ημαρτομεν

12:12 μη γενηται ωσει ισον θανατω ωσει εκτρωμα εκπορευομενον εκ μητρας μητρος και κατεσθιει το ημισυ των σαρκων αυτης

12:13 και εβοησεν μωυσης προς κυριον λεγων ο θεος δεομαι σου ιασαι αυτην

12:14 και ειπεν κυριος προς μωυσην ει ο πατηρ αυτης πτυων ενεπτυσεν εις το προσωπον αυτης ουκ εντραπησεται επτα ημερας αφορισθητω επτα ημερας εξω της παρεμβολης και μετα ταυτα εισελευσεται

12:15 και αφωρισθη μαριαμ εξω της παρεμβολης επτα ημερας και ο λαος ουκ εξηρεν εως εκαθαρισθη μαριαμ

12:16 και μετα ταυτα εξηρεν ο λαος εξ ασηρωθ και παρενεβαλον εν τη ερημω του φαραν

 

Created with FREE HTMLCompiler by BibleDatabase