HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 16

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

16:1 και ελαλησεν κορε υιος ισσααρ υιου κααθ υιου λευι και δαθαν και αβιρων υιοι ελιαβ και αυν υιος φαλεθ υιου ρουβην

16:2 και ανεστησαν εναντι μωυση και ανδρες των υιων ισραηλ πεντηκοντα και διακοσιοι αρχηγοι συναγωγης συγκλητοι βουλης και ανδρες ονομαστοι

16:3 συνεστησαν επι μωυσην και ααρων και ειπαν εχετω υμιν οτι πασα η συναγωγη παντες αγιοι και εν αυτοις κυριος και δια τι κατανιστασθε επι την συναγωγην κυριου

16:4 και ακουσας μωυσης επεσεν επι προσωπον

16:5 και ελαλησεν προς κορε και προς πασαν αυτου την συναγωγην λεγων επεσκεπται και εγνω ο θεος τους οντας αυτου και τους αγιους και προσηγαγετο προς εαυτον και ους εξελεξατο εαυτω προσηγαγετο προς εαυτον

16:6 τουτο ποιησατε λαβετε υμιν αυτοις πυρεια κορε και πασα η συναγωγη αυτου

16:7 και επιθετε επ' αυτα πυρ και επιθετε επ' αυτα θυμιαμα εναντι κυριου αυριον και εσται ο ανηρ ον αν εκλεξηται κυριος ουτος αγιος ικανουσθω υμιν υιοι λευι

16:8 και ειπεν μωυσης προς κορε εισακουσατε μου υιοι λευι

16:9 μη μικρον εστιν τουτο υμιν οτι διεστειλεν ο θεος ισραηλ υμας εκ συναγωγης ισραηλ και προσηγαγετο υμας προς εαυτον λειτουργειν τας λειτουργιας της σκηνης κυριου και παριστασθαι εναντι της συναγωγης λατρευειν αυτοις

16:10 και προσηγαγετο σε και παντας τους αδελφους σου υιους λευι μετα σου και ζητειτε ιερατευειν

16:11 ουτως συ και πασα η συναγωγη σου η συνηθροισμενη προς τον θεον και ααρων τις εστιν οτι διαγογγυζετε κατ' αυτου

16:12 και απεστειλεν μωυσης καλεσαι δαθαν και αβιρων υιους ελιαβ και ειπαν ουκ αναβαινομεν

16:13 μη μικρον τουτο οτι ανηγαγες ημας εκ γης ρεουσης γαλα και μελι αποκτειναι ημας εν τη ερημω οτι καταρχεις ημων αρχων

16:14 ει και εις γην ρεουσαν γαλα και μελι εισηγαγες ημας και εδωκας ημιν κληρον αγρου και αμπελωνας τους οφθαλμους των ανθρωπων εκεινων αν εξεκοψας ουκ αναβαινομεν

16:15 και εβαρυθυμησεν μωυσης σφοδρα και ειπεν προς κυριον μη προσχης εις την θυσιαν αυτων ουκ επιθυμημα ουδενος αυτων ειληφα ουδε εκακωσα ουδενα αυτων

16:16 και ειπεν μωυσης προς κορε αγιασον την συναγωγην σου και γινεσθε ετοιμοι εναντι κυριου συ και αυτοι και ααρων αυριον

16:17 και λαβετε εκαστος το πυρειον αυτου και επιθησετε επ' αυτα θυμιαμα και προσαξετε εναντι κυριου εκαστος το πυρειον αυτου πεντηκοντα και διακοσια πυρεια και συ και ααρων εκαστος το πυρειον αυτου

16:18 και ελαβεν εκαστος το πυρειον αυτου και επεθηκαν επ' αυτα πυρ και επεβαλον επ' αυτο θυμιαμα και εστησαν παρα τας θυρας της σκηνης του μαρτυριου μωυσης και ααρων

16:19 και επισυνεστησεν επ' αυτους κορε την πασαν αυτου συναγωγην παρα την θυραν της σκηνης του μαρτυριου και ωφθη η δοξα κυριου παση τη συναγωγη

16:20 και ελαλησεν κυριος προς μωυσην και ααρων λεγων

16:21 αποσχισθητε εκ μεσου της συναγωγης ταυτης και εξαναλωσω αυτους εις απαξ

16:22 και επεσαν επι προσωπον αυτων και ειπαν θεος θεος των πνευματων και πασης σαρκος ει ανθρωπος εις ημαρτεν επι πασαν την συναγωγην οργη κυριου

16:23 και ελαλησεν κυριος προς μωυσην λεγων

16:24 λαλησον τη συναγωγη λεγων αναχωρησατε κυκλω απο της συναγωγης κορε

16:25 και ανεστη μωυσης και επορευθη προς δαθαν και αβιρων και συνεπορευθησαν μετ' αυτου παντες οι πρεσβυτεροι ισραηλ

16:26 και ελαλησεν προς την συναγωγην λεγων αποσχισθητε απο των σκηνων των ανθρωπων των σκληρων τουτων και μη απτεσθε απο παντων ων εστιν αυτοις μη συναπολησθε εν παση τη αμαρτια αυτων

16:27 και απεστησαν απο της σκηνης κορε κυκλω και δαθαν και αβιρων εξηλθον και ειστηκεισαν παρα τας θυρας των σκηνων αυτων και αι γυναικες αυτων και τα τεκνα αυτων και η αποσκευη αυτων

16:28 και ειπεν μωυσης εν τουτω γνωσεσθε οτι κυριος απεστειλεν με ποιησαι παντα τα εργα ταυτα οτι ουκ απ' εμαυτου

16:29 ει κατα θανατον παντων ανθρωπων αποθανουνται ουτοι ει και κατ' επισκεψιν παντων ανθρωπων επισκοπη εσται αυτων ουχι κυριος απεσταλκεν με

16:30 αλλ' η εν φασματι δειξει κυριος και ανοιξασα η γη το στομα αυτης καταπιεται αυτους και τους οικους αυτων και τας σκηνας αυτων και παντα οσα εστιν αυτοις και καταβησονται ζωντες εις αδου και γνωσεσθε οτι παρωξυναν οι ανθρωποι ουτοι τον κυριον

16:31 ως δε επαυσατο λαλων παντας τους λογους τουτους ερραγη η γη υποκατω αυτων

16:32 και ηνοιχθη η γη και κατεπιεν αυτους και τους οικους αυτων και παντας τους ανθρωπους τους οντας μετα κορε και τα κτηνη αυτων

16:33 και κατεβησαν αυτοι και οσα εστιν αυτων ζωντα εις αδου και εκαλυψεν αυτους η γη και απωλοντο εκ μεσου της συναγωγης

16:34 και πας ισραηλ οι κυκλω αυτων εφυγον απο της φωνης αυτων οτι λεγοντες μηποτε καταπιη ημας η γη

16:35 και πυρ εξηλθεν παρα κυριου και κατεφαγεν τους πεντηκοντα και διακοσιους ανδρας τους προσφεροντας το θυμιαμα

 

Created with FREE HTMLCompiler by BibleDatabase