HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 17

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

17:1 και ειπεν κυριος προς μωυσην

17:2 και προς ελεαζαρ τον υιον ααρων τον ιερεα ανελεσθε τα πυρεια τα χαλκα εκ μεσου των κατακεκαυμενων και το πυρ το αλλοτριον τουτο σπειρον εκει οτι ηγιασαν

17:3 τα πυρεια των αμαρτωλων τουτων εν ταις ψυχαις αυτων και ποιησον αυτα λεπιδας ελατας περιθεμα τω θυσιαστηριω οτι προσηνεχθησαν εναντι κυριου και ηγιασθησαν και εγενοντο εις σημειον τοις υιοις ισραηλ

17:4 και ελαβεν ελεαζαρ υιος ααρων του ιερεως τα πυρεια τα χαλκα οσα προσηνεγκαν οι κατακεκαυμενοι και προσεθηκαν αυτα περιθεμα τω θυσιαστηριω

17:5 μνημοσυνον τοις υιοις ισραηλ οπως αν μη προσελθη μηθεις αλλογενης ος ουκ εστιν εκ του σπερματος ααρων επιθειναι θυμιαμα εναντι κυριου και ουκ εσται ωσπερ κορε και η επισυστασις αυτου καθα ελαλησεν κυριος εν χειρι μωυση

17:6 και εγογγυσαν οι υιοι ισραηλ τη επαυριον επι μωυσην και ααρων λεγοντες υμεις απεκταγκατε τον λαον κυριου

17:7 και εγενετο εν τω επισυστρεφεσθαι την συναγωγην επι μωυσην και ααρων και ωρμησαν επι την σκηνην του μαρτυριου και τηνδε εκαλυψεν αυτην η νεφελη και ωφθη η δοξα κυριου

17:8 και εισηλθεν μωυσης και ααρων κατα προσωπον της σκηνης του μαρτυριου

17:9 και ελαλησεν κυριος προς μωυσην και ααρων λεγων

17:10 εκχωρησατε εκ μεσου της συναγωγης ταυτης και εξαναλωσω αυτους εις απαξ και επεσον επι προσωπον αυτων

17:11 και ειπεν μωυσης προς ααρων λαβε το πυρειον και επιθες επ' αυτο πυρ απο του θυσιαστηριου και επιβαλε επ' αυτο θυμιαμα και απενεγκε το ταχος εις την παρεμβολην και εξιλασαι περι αυτων εξηλθεν γαρ οργη απο προσωπου κυριου ηρκται θραυειν τον λαον

17:12 και ελαβεν ααρων καθαπερ ελαλησεν αυτω μωυσης και εδραμεν εις την συναγωγην και ηδη ενηρκτο η θραυσις εν τω λαω και επεβαλεν το θυμιαμα και εξιλασατο περι του λαου

17:13 και εστη ανα μεσον των τεθνηκοτων και των ζωντων και εκοπασεν η θραυσις

17:14 και εγενοντο οι τεθνηκοτες εν τη θραυσει τεσσαρες και δεκα χιλιαδες και επτακοσιοι χωρις των τεθνηκοτων ενεκεν κορε

17:15 και επεστρεψεν ααρων προς μωυσην επι την θυραν της σκηνης του μαρτυριου και εκοπασεν η θραυσις

17:16 και ελαλησεν κυριος προς μωυσην λεγων

17:17 λαλησον τοις υιοις ισραηλ και λαβε παρ' αυτων ραβδον ραβδον κατ' οικους πατριων παρα παντων των αρχοντων αυτων κατ' οικους πατριων αυτων δωδεκα ραβδους και εκαστου το ονομα αυτου επιγραψον επι της ραβδου αυτου

17:18 και το ονομα ααρων επιγραψον επι της ραβδου λευι εστιν γαρ ραβδος μια κατα φυλην οικου πατριων αυτων δωσουσιν

17:19 και θησεις αυτας εν τη σκηνη του μαρτυριου κατεναντι του μαρτυριου εν οις γνωσθησομαι σοι εκει

17:20 και εσται ο ανθρωπος ον εαν εκλεξωμαι αυτον η ραβδος αυτου εκβλαστησει και περιελω απ' εμου τον γογγυσμον των υιων ισραηλ α αυτοι γογγυζουσιν εφ' υμιν

17:21 και ελαλησεν μωυσης τοις υιοις ισραηλ και εδωκαν αυτω παντες οι αρχοντες αυτων ραβδον τω αρχοντι τω ενι ραβδον κατα αρχοντα κατ' οικους πατριων αυτων δωδεκα ραβδους και η ραβδος ααρων ανα μεσον των ραβδων αυτων

17:22 και απεθηκεν μωυσης τας ραβδους εναντι κυριου εν τη σκηνη του μαρτυριου

17:23 και εγενετο τη επαυριον και εισηλθεν μωυσης και ααρων εις την σκηνην του μαρτυριου και ιδου εβλαστησεν η ραβδος ααρων εις οικον λευι και εξηνεγκεν βλαστον και εξηνθησεν ανθη και εβλαστησεν καρυα

17:24 και εξηνεγκεν μωυσης πασας τας ραβδους απο προσωπου κυριου προς παντας υιους ισραηλ και ειδον και ελαβον εκαστος την ραβδον αυτου

17:25 και ειπεν κυριος προς μωυσην αποθες την ραβδον ααρων ενωπιον των μαρτυριων εις διατηρησιν σημειον τοις υιοις των ανηκοων και παυσασθω ο γογγυσμος αυτων απ' εμου και ου μη αποθανωσιν

17:26 και εποιησεν μωυσης και ααρων καθα συνεταξεν κυριος τω μωυση ουτως εποιησαν

17:27 και ειπαν οι υιοι ισραηλ προς μωυσην λεγοντες ιδου εξανηλωμεθα απολωλαμεν παρανηλωμεθα

17:28 πας ο απτομενος της σκηνης κυριου αποθνησκει εως εις τελος αποθανωμεν

 

Created with FREE HTMLCompiler by BibleDatabase