HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 18

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

18:1 και ειπεν κυριος προς ααρων λεγων συ και οι υιοι σου και ο οικος πατριας σου λημψεσθε τας αμαρτιας των αγιων και συ και οι υιοι σου λημψεσθε τας αμαρτιας της ιερατειας υμων

18:2 και τους αδελφους σου φυλην λευι δημον του πατρος σου προσαγαγου προς σεαυτον και προστεθητωσαν σοι και λειτουργειτωσαν σοι και συ και οι υιοι σου μετα σου απεναντι της σκηνης του μαρτυριου

18:3 και φυλαξονται τας φυλακας σου και τας φυλακας της σκηνης πλην προς τα σκευη τα αγια και προς το θυσιαστηριον ου προσελευσονται και ουκ αποθανουνται και ουτοι και υμεις

18:4 και προστεθησονται προς σε και φυλαξονται τας φυλακας της σκηνης του μαρτυριου κατα πασας τας λειτουργιας της σκηνης και ο αλλογενης ου προσελευσεται προς σε

18:5 και φυλαξεσθε τας φυλακας των αγιων και τας φυλακας του θυσιαστηριου και ουκ εσται θυμος εν τοις υιοις ισραηλ

18:6 και εγω ειληφα τους αδελφους υμων τους λευιτας εκ μεσου των υιων ισραηλ δομα δεδομενον κυριω λειτουργειν τας λειτουργιας της σκηνης του μαρτυριου

18:7 και συ και οι υιοι σου μετα σου διατηρησετε την ιερατειαν υμων κατα παντα τροπον του θυσιαστηριου και το ενδοθεν του καταπετασματος και λειτουργησετε τας λειτουργιας δομα της ιερατειας υμων και ο αλλογενης ο προσπορευομενος αποθανειται

18:8 και ελαλησεν κυριος προς ααρων και εγω ιδου δεδωκα υμιν την διατηρησιν των απαρχων απο παντων των ηγιασμενων μοι παρα των υιων ισραηλ σοι δεδωκα αυτα εις γερας και τοις υιοις σου μετα σε νομιμον αιωνιον

18:9 και τουτο εστω υμιν απο των ηγιασμενων αγιων των καρπωματων απο παντων των δωρων αυτων και απο παντων των θυσιασματων αυτων και απο πασης πλημμελειας αυτων και απο πασων των αμαρτιων οσα αποδιδοασιν μοι απο παντων των αγιων σοι εσται και τοις υιοις σου

18:10 εν τω αγιω των αγιων φαγεσθε αυτα παν αρσενικον φαγεται αυτα συ και οι υιοι σου αγια εσται σοι

18:11 και τουτο εσται υμιν απαρχη δοματων αυτων απο παντων των επιθεματων των υιων ισραηλ σοι δεδωκα αυτα και τοις υιοις σου και ταις θυγατρασιν σου μετα σου νομιμον αιωνιον πας καθαρος εν τω οικω σου εδεται αυτα

18:12 πασα απαρχη ελαιου και πασα απαρχη οινου και σιτου απαρχη αυτων οσα αν δωσι τω κυριω σοι δεδωκα αυτα

18:13 τα πρωτογενηματα παντα οσα εν τη γη αυτων οσα αν ενεγκωσιν κυριω σοι εσται πας καθαρος εν τω οικω σου εδεται αυτα

18:14 παν ανατεθεματισμενον εν υιοις ισραηλ σοι εσται

18:15 και παν διανοιγον μητραν απο πασης σαρκος α προσφερουσιν κυριω απο ανθρωπου εως κτηνους σοι εσται αλλ' η λυτροις λυτρωθησεται τα πρωτοτοκα των ανθρωπων και τα πρωτοτοκα των κτηνων των ακαθαρτων λυτρωση

18:16 και η λυτρωσις αυτου απο μηνιαιου η συντιμησις πεντε σικλων κατα τον σικλον τον αγιον εικοσι οβολοι εισιν

18:17 πλην πρωτοτοκα μοσχων και πρωτοτοκα προβατων και πρωτοτοκα αιγων ου λυτρωση αγια εστιν και το αιμα αυτων προσχεεις προς το θυσιαστηριον και το στεαρ ανοισεις καρπωμα εις οσμην ευωδιας κυριω

18:18 και τα κρεα εσται σοι καθα και το στηθυνιον του επιθεματος και κατα τον βραχιονα τον δεξιον σοι εσται

18:19 παν αφαιρεμα των αγιων οσα αν αφελωσιν οι υιοι ισραηλ κυριω σοι δεδωκα και τοις υιοις σου και ταις θυγατρασιν σου μετα σου νομιμον αιωνιον διαθηκη αλος αιωνιου εστιν εναντι κυριου σοι και τω σπερματι σου μετα σε

18:20 και ελαλησεν κυριος προς ααρων εν τη γη αυτων ου κληρονομησεις και μερις ουκ εσται σοι εν αυτοις οτι εγω μερις σου και κληρονομια σου εν μεσω των υιων ισραηλ

18:21 και τοις υιοις λευι ιδου δεδωκα παν επιδεκατον εν ισραηλ εν κληρω αντι των λειτουργιων αυτων οσα αυτοι λειτουργουσιν λειτουργιαν εν τη σκηνη του μαρτυριου

18:22 και ου προσελευσονται ετι οι υιοι ισραηλ εις την σκηνην του μαρτυριου λαβειν αμαρτιαν θανατηφορον

18:23 και λειτουργησει ο λευιτης αυτος την λειτουργιαν της σκηνης του μαρτυριου και αυτοι λημψονται τα αμαρτηματα αυτων νομιμον αιωνιον εις τας γενεας αυτων και εν μεσω υιων ισραηλ ου κληρονομησουσιν κληρονομιαν

18:24 οτι τα επιδεκατα των υιων ισραηλ οσα αν αφορισωσιν κυριω αφαιρεμα δεδωκα τοις λευιταις εν κληρω δια τουτο ειρηκα αυτοις εν μεσω υιων ισραηλ ου κληρονομησουσιν κληρον

18:25 και ελαλησεν κυριος προς μωυσην λεγων

18:26 και τοις λευιταις λαλησεις και ερεις προς αυτους εαν λαβητε παρα των υιων ισραηλ το επιδεκατον ο δεδωκα υμιν παρ' αυτων εν κληρω και αφελειτε υμεις απ' αυτου αφαιρεμα κυριω επιδεκατον απο του επιδεκατου

18:27 και λογισθησεται υμιν τα αφαιρεματα υμων ως σιτος απο αλω και αφαιρεμα απο ληνου

18:28 ουτως αφελειτε και υμεις απο των αφαιρεματων κυριου απο παντων επιδεκατων υμων οσα εαν λαβητε παρα των υιων ισραηλ και δωσετε απ' αυτων αφαιρεμα κυριω ααρων τω ιερει

18:29 απο παντων των δοματων υμων αφελειτε αφαιρεμα κυριω η απο παντων των απαρχων το ηγιασμενον απ' αυτου

18:30 και ερεις προς αυτους οταν αφαιρητε την απαρχην απ' αυτου και λογισθησεται τοις λευιταις ως γενημα απο αλω και ως γενημα απο ληνου

18:31 και εδεσθε αυτο εν παντι τοπω υμεις και οι οικοι υμων οτι μισθος ουτος υμιν εστιν αντι των λειτουργιων υμων των εν τη σκηνη του μαρτυριου

18:32 και ου λημψεσθε δι' αυτο αμαρτιαν οτι αν αφαιρητε την απαρχην απ' αυτου και τα αγια των υιων ισραηλ ου βεβηλωσετε ινα μη αποθανητε

 

Created with FREE HTMLCompiler by BibleDatabase