HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 19

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

19:1 και ελαλησεν κυριος προς μωυσην και ααρων λεγων

19:2 αυτη η διαστολη του νομου οσα συνεταξεν κυριος λεγων λαλησον τοις υιοις ισραηλ και λαβετωσαν προς σε δαμαλιν πυρραν αμωμον ητις ουκ εχει εν αυτη μωμον και η ουκ επεβληθη επ' αυτην ζυγος

19:3 και δωσεις αυτην προς ελεαζαρ τον ιερεα και εξαξουσιν αυτην εξω της παρεμβολης εις τοπον καθαρον και σφαξουσιν αυτην ενωπιον αυτου

19:4 και λημψεται ελεαζαρ απο του αιματος αυτης και ρανει απεναντι του προσωπου της σκηνης του μαρτυριου απο του αιματος αυτης επτακις

19:5 και κατακαυσουσιν αυτην εναντιον αυτου και το δερμα και τα κρεα αυτης και το αιμα αυτης συν τη κοπρω αυτης κατακαυθησεται

19:6 και λημψεται ο ιερευς ξυλον κεδρινον και υσσωπον και κοκκινον και εμβαλουσιν εις μεσον του κατακαυματος της δαμαλεως

19:7 και πλυνει τα ιματια αυτου ο ιερευς και λουσεται το σωμα αυτου υδατι και μετα ταυτα εισελευσεται εις την παρεμβολην και ακαθαρτος εσται ο ιερευς εως εσπερας

19:8 και ο κατακαιων αυτην πλυνει τα ιματια αυτου και λουσεται το σωμα αυτου και ακαθαρτος εσται εως εσπερας

19:9 και συναξει ανθρωπος καθαρος την σποδον της δαμαλεως και αποθησει εξω της παρεμβολης εις τοπον καθαρον και εσται τη συναγωγη υιων ισραηλ εις διατηρησιν υδωρ ραντισμου αγνισμα εστιν

19:10 και πλυνει τα ιματια ο συναγων την σποδιαν της δαμαλεως και ακαθαρτος εσται εως εσπερας και εσται τοις υιοις ισραηλ και τοις προσκειμενοις προσηλυτοις νομιμον αιωνιον

19:11 ο απτομενος του τεθνηκοτος πασης ψυχης ανθρωπου ακαθαρτος εσται επτα ημερας

19:12 ουτος αγνισθησεται τη ημερα τη τριτη και τη ημερα τη εβδομη και καθαρος εσται εαν δε μη αφαγνισθη τη ημερα τη τριτη και τη ημερα τη εβδομη ου καθαρος εσται

19:13 πας ο απτομενος του τεθνηκοτος απο ψυχης ανθρωπου εαν αποθανη και μη αφαγνισθη την σκηνην κυριου εμιανεν εκτριβησεται η ψυχη εκεινη εξ ισραηλ οτι υδωρ ραντισμου ου περιερραντισθη επ' αυτον ακαθαρτος εστιν ετι η ακαθαρσια αυτου εν αυτω εστιν

19:14 και ουτος ο νομος ανθρωπος εαν αποθανη εν οικια πας ο εισπορευομενος εις την οικιαν και οσα εστιν εν τη οικια ακαθαρτα εσται επτα ημερας

19:15 και παν σκευος ανεωγμενον οσα ουχι δεσμον καταδεδεται επ' αυτω ακαθαρτα εστιν

19:16 και πας ος εαν αψηται επι προσωπου του πεδιου τραυματιου η νεκρου η οστεου ανθρωπινου η μνηματος επτα ημερας ακαθαρτος εσται

19:17 και λημψονται τω ακαθαρτω απο της σποδιας της κατακεκαυμενης του αγνισμου και εκχεουσιν επ' αυτην υδωρ ζων εις σκευος

19:18 και λημψεται υσσωπον και βαψει εις το υδωρ ανηρ καθαρος και περιρρανει επι τον οικον και επι τα σκευη και επι τας ψυχας οσαι εαν ωσιν εκει και επι τον ημμενον του οστεου του ανθρωπινου η του τραυματιου η του τεθνηκοτος η του μνηματος

19:19 και περιρρανει ο καθαρος επι τον ακαθαρτον εν τη ημερα τη τριτη και εν τη ημερα τη εβδομη και αφαγνισθησεται τη ημερα τη εβδομη και πλυνει τα ιματια αυτου και λουσεται υδατι και ακαθαρτος εσται εως εσπερας

19:20 και ανθρωπος ος εαν μιανθη και μη αφαγνισθη εξολεθρευθησεται η ψυχη εκεινη εκ μεσου της συναγωγης οτι τα αγια κυριου εμιανεν οτι υδωρ ραντισμου ου περιερραντισθη επ' αυτον ακαθαρτος εστιν

19:21 και εσται υμιν νομιμον αιωνιον και ο περιρραινων υδωρ ραντισμου πλυνει τα ιματια αυτου και ο απτομενος του υδατος του ραντισμου ακαθαρτος εσται εως εσπερας

19:22 και παντος ου εαν αψηται αυτου ο ακαθαρτος ακαθαρτον εσται και η ψυχη η απτομενη ακαθαρτος εσται εως εσπερας

 

Created with FREE HTMLCompiler by BibleDatabase