HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 24

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

24:1 και ιδων βαλααμ οτι καλον εστιν εναντι κυριου ευλογειν τον ισραηλ ουκ επορευθη κατα το ειωθος εις συναντησιν τοις οιωνοις και απεστρεψεν το προσωπον αυτου εις την ερημον

24:2 και εξαρας βαλααμ τους οφθαλμους αυτου καθορα τον ισραηλ εστρατοπεδευκοτα κατα φυλας και εγενετο πνευμα θεου εν αυτω

24:3 και αναλαβων την παραβολην αυτου ειπεν φησιν βαλααμ υιος βεωρ φησιν ο ανθρωπος ο αληθινως ορων

24:4 φησιν ακουων λογια θεου οστις ορασιν θεου ειδεν εν υπνω αποκεκαλυμμενοι οι οφθαλμοι αυτου

24:5 ως καλοι σου οι οικοι ιακωβ αι σκηναι σου ισραηλ

24:6 ωσει ναπαι σκιαζουσαι και ωσει παραδεισοι επι ποταμων και ωσει σκηναι ας επηξεν κυριος ωσει κεδροι παρ' υδατα

24:7 εξελευσεται ανθρωπος εκ του σπερματος αυτου και κυριευσει εθνων πολλων και υψωθησεται η γωγ βασιλεια αυτου και αυξηθησεται η βασιλεια αυτου

24:8 θεος ωδηγησεν αυτον εξ αιγυπτου ως δοξα μονοκερωτος αυτω εδεται εθνη εχθρων αυτου και τα παχη αυτων εκμυελιει και ταις βολισιν αυτου κατατοξευσει εχθρον

24:9 κατακλιθεις ανεπαυσατο ως λεων και ως σκυμνος τις αναστησει αυτον οι ευλογουντες σε ευλογηνται και οι καταρωμενοι σε κεκατηρανται

24:10 και εθυμωθη βαλακ επι βαλααμ και συνεκροτησεν ταις χερσιν αυτου και ειπεν βαλακ προς βαλααμ καταρασθαι τον εχθρον μου κεκληκα σε και ιδου ευλογων ευλογησας τριτον τουτο

24:11 νυν ουν φευγε εις τον τοπον σου ειπα τιμησω σε και νυν εστερησεν σε κυριος της δοξης

24:12 και ειπεν βαλααμ προς βαλακ ουχι και τοις αγγελοις σου ους απεστειλας προς με ελαλησα λεγων

24:13 εαν μοι δω βαλακ πληρη τον οικον αυτου αργυριου και χρυσιου ου δυνησομαι παραβηναι το ρημα κυριου ποιησαι αυτο πονηρον η καλον παρ' εμαυτου οσα εαν ειπη ο θεος ταυτα ερω

24:14 και νυν ιδου αποτρεχω εις τον τοπον μου δευρο συμβουλευσω σοι τι ποιησει ο λαος ουτος τον λαον σου επ' εσχατου των ημερων

24:15 και αναλαβων την παραβολην αυτου ειπεν φησιν βαλααμ υιος βεωρ φησιν ο ανθρωπος ο αληθινως ορων

24:16 ακουων λογια θεου επισταμενος επιστημην παρα υψιστου και ορασιν θεου ιδων εν υπνω αποκεκαλυμμενοι οι οφθαλμοι αυτου

24:17 δειξω αυτω και ουχι νυν μακαριζω και ουκ εγγιζει ανατελει αστρον εξ ιακωβ και αναστησεται ανθρωπος εξ ισραηλ και θραυσει τους αρχηγους μωαβ και προνομευσει παντας υιους σηθ

24:18 και εσται εδωμ κληρονομια και εσται κληρονομια ησαυ ο εχθρος αυτου και ισραηλ εποιησεν εν ισχυι

24:19 και εξεγερθησεται εξ ιακωβ και απολει σωζομενον εκ πολεως

24:20 και ιδων τον αμαληκ και αναλαβων την παραβολην αυτου ειπεν αρχη εθνων αμαληκ και το σπερμα αυτων απολειται

24:21 και ιδων τον καιναιον και αναλαβων την παραβολην αυτου ειπεν ισχυρα η κατοικια σου και εαν θης εν πετρα την νοσσιαν σου

24:22 και εαν γενηται τω βεωρ νεοσσια πανουργιας ασσυριοι σε αιχμαλωτευσουσιν

24:23 και ιδων τον ωγ και αναλαβων την παραβολην αυτου ειπεν ω ω τις ζησεται οταν θη ταυτα ο θεος

24:24 και εξελευσεται εκ χειρος κιτιαιων και κακωσουσιν ασσουρ και κακωσουσιν εβραιους και αυτοι ομοθυμαδον απολουνται

24:25 και αναστας βαλααμ απηλθεν αποστραφεις εις τον τοπον αυτου και βαλακ απηλθεν προς εαυτον

 

Created with FREE HTMLCompiler by BibleDatabase