HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 25

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

25:1 και κατελυσεν ισραηλ εν σαττιν και εβεβηλωθη ο λαος εκπορνευσαι εις τας θυγατερας μωαβ

25:2 και εκαλεσαν αυτους επι ταις θυσιαις των ειδωλων αυτων και εφαγεν ο λαος των θυσιων αυτων και προσεκυνησαν τοις ειδωλοις αυτων

25:3 και ετελεσθη ισραηλ τω βεελφεγωρ και ωργισθη θυμω κυριος τω ισραηλ

25:4 και ειπεν κυριος τω μωυση λαβε παντας τους αρχηγους του λαου και παραδειγματισον αυτους κυριω απεναντι του ηλιου και αποστραφησεται οργη θυμου κυριου απο ισραηλ

25:5 και ειπεν μωυσης ταις φυλαις ισραηλ αποκτεινατε εκαστος τον οικειον αυτου τον τετελεσμενον τω βεελφεγωρ

25:6 και ιδου ανθρωπος των υιων ισραηλ ελθων προσηγαγεν τον αδελφον αυτου προς την μαδιανιτιν εναντιον μωυση και εναντι πασης συναγωγης υιων ισραηλ αυτοι δε εκλαιον παρα την θυραν της σκηνης του μαρτυριου

25:7 και ιδων φινεες υιος ελεαζαρ υιου ααρων του ιερεως εξανεστη εκ μεσου της συναγωγης και λαβων σειρομαστην εν τη χειρι

25:8 εισηλθεν οπισω του ανθρωπου του ισραηλιτου εις την καμινον και απεκεντησεν αμφοτερους τον τε ανθρωπον τον ισραηλιτην και την γυναικα δια της μητρας αυτης και επαυσατο η πληγη απο υιων ισραηλ

25:9 και εγενοντο οι τεθνηκοτες εν τη πληγη τεσσαρες και εικοσι χιλιαδες

25:10 και ελαλησεν κυριος προς μωυσην λεγων

25:11 φινεες υιος ελεαζαρ υιου ααρων του ιερεως κατεπαυσεν τον θυμον μου απο υιων ισραηλ εν τω ζηλωσαι μου τον ζηλον εν αυτοις και ουκ εξανηλωσα τους υιους ισραηλ εν τω ζηλω μου

25:12 ουτως ειπον ιδου εγω διδωμι αυτω διαθηκην ειρηνης

25:13 και εσται αυτω και τω σπερματι αυτου μετ' αυτον διαθηκη ιερατειας αιωνια ανθ' ων εζηλωσεν τω θεω αυτου και εξιλασατο περι των υιων ισραηλ

25:14 το δε ονομα του ανθρωπου του ισραηλιτου του πεπληγοτος ος επληγη μετα της μαδιανιτιδος ζαμβρι υιος σαλω αρχων οικου πατριας των συμεων

25:15 και ονομα τη γυναικι τη μαδιανιτιδι τη πεπληγυια χασβι θυγατηρ σουρ αρχοντος εθνους ομμωθ οικου πατριας εστιν των μαδιαν

25:16 και ελαλησεν κυριος προς μωυσην λεγων λαλησον τοις υιοις ισραηλ λεγων

25:17 εχθραινετε τοις μαδιηναιοις και παταξατε αυτους

25:18 οτι εχθραινουσιν αυτοι υμιν εν δολιοτητι οσα δολιουσιν υμας δια φογωρ και δια χασβι θυγατερα αρχοντος μαδιαν αδελφην αυτων την πεπληγυιαν εν τη ημερα της πληγης δια φογωρ

 

Created with FREE HTMLCompiler by BibleDatabase