HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 29

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

29:1 και τω μηνι τω εβδομω μια του μηνος επικλητος αγια εσται υμιν παν εργον λατρευτον ου ποιησετε ημερα σημασιας εσται υμιν

29:2 και ποιησετε ολοκαυτωματα εις οσμην ευωδιας κυριω μοσχον ενα εκ βοων κριον ενα αμνους ενιαυσιους επτα αμωμους

29:3 η θυσια αυτων σεμιδαλις αναπεποιημενη εν ελαιω τρια δεκατα τω μοσχω τω ενι και δυο δεκατα τω κριω τω ενι

29:4 δεκατον δεκατον τω αμνω τω ενι τοις επτα αμνοις

29:5 και χιμαρον εξ αιγων ενα περι αμαρτιας εξιλασασθαι περι υμων

29:6 πλην των ολοκαυτωματων της νουμηνιας και αι θυσιαι αυτων και αι σπονδαι αυτων και το ολοκαυτωμα το δια παντος και αι θυσιαι αυτων και αι σπονδαι αυτων κατα την συγκρισιν αυτων εις οσμην ευωδιας κυριω

29:7 και τη δεκατη του μηνος τουτου επικλητος αγια εσται υμιν και κακωσετε τας ψυχας υμων και παν εργον ου ποιησετε

29:8 και προσοισετε ολοκαυτωματα εις οσμην ευωδιας καρπωματα κυριω μοσχον ενα εκ βοων κριον ενα αμνους ενιαυσιους επτα αμωμοι εσονται υμιν

29:9 η θυσια αυτων σεμιδαλις αναπεποιημενη εν ελαιω τρια δεκατα τω μοσχω τω ενι και δυο δεκατα τω κριω τω ενι

29:10 δεκατον δεκατον τω αμνω τω ενι εις τους επτα αμνους

29:11 και χιμαρον εξ αιγων ενα περι αμαρτιας εξιλασασθαι περι υμων πλην το περι της αμαρτιας της εξιλασεως και η ολοκαυτωσις η δια παντος η θυσια αυτης και η σπονδη αυτης κατα την συγκρισιν εις οσμην ευωδιας καρπωμα κυριω

29:12 και τη πεντεκαιδεκατη ημερα του μηνος του εβδομου τουτου επικλητος αγια εσται υμιν παν εργον λατρευτον ου ποιησετε και εορτασετε αυτην εορτην κυριω επτα ημερας

29:13 και προσαξετε ολοκαυτωματα καρπωματα εις οσμην ευωδιας κυριω τη ημερα τη πρωτη μοσχους εκ βοων τρεις και δεκα κριους δυο αμνους ενιαυσιους δεκα τεσσαρας αμωμοι εσονται

29:14 αι θυσιαι αυτων σεμιδαλις αναπεποιημενη εν ελαιω τρια δεκατα τω μοσχω τω ενι τοις τρισκαιδεκα μοσχοις και δυο δεκατα τω κριω τω ενι επι τους δυο κριους

29:15 δεκατον δεκατον τω αμνω τω ενι επι τους τεσσαρας και δεκα αμνους

29:16 και χιμαρον εξ αιγων ενα περι αμαρτιας πλην της ολοκαυτωσεως της δια παντος αι θυσιαι αυτων και αι σπονδαι αυτων

29:17 και τη ημερα τη δευτερα μοσχους δωδεκα κριους δυο αμνους ενιαυσιους τεσσαρας και δεκα αμωμους

29:18 η θυσια αυτων και η σπονδη αυτων τοις μοσχοις και τοις κριοις και τοις αμνοις κατα αριθμον αυτων κατα την συγκρισιν αυτων

29:19 και χιμαρον εξ αιγων ενα περι αμαρτιας πλην της ολοκαυτωσεως της δια παντος αι θυσιαι αυτων και αι σπονδαι αυτων

29:20 τη ημερα τη τριτη μοσχους ενδεκα κριους δυο αμνους ενιαυσιους τεσσαρας και δεκα αμωμους

29:21 η θυσια αυτων και η σπονδη αυτων τοις μοσχοις και τοις κριοις και τοις αμνοις κατα αριθμον αυτων κατα την συγκρισιν αυτων

29:22 και χιμαρον εξ αιγων ενα περι αμαρτιας πλην της ολοκαυτωσεως της δια παντος αι θυσιαι αυτων και αι σπονδαι αυτων

29:23 τη ημερα τη τεταρτη μοσχους δεκα κριους δυο αμνους ενιαυσιους τεσσαρας και δεκα αμωμους

29:24 αι θυσιαι αυτων και αι σπονδαι αυτων τοις μοσχοις και τοις κριοις και τοις αμνοις κατα αριθμον αυτων κατα την συγκρισιν αυτων

29:25 και χιμαρον εξ αιγων ενα περι αμαρτιας πλην της ολοκαυτωσεως της δια παντος αι θυσιαι αυτων και αι σπονδαι αυτων

29:26 τη ημερα τη πεμπτη μοσχους εννεα κριους δυο αμνους ενιαυσιους τεσσαρας και δεκα αμωμους

29:27 αι θυσιαι αυτων και αι σπονδαι αυτων τοις μοσχοις και τοις κριοις και τοις αμνοις κατα αριθμον αυτων κατα την συγκρισιν αυτων

29:28 και χιμαρον εξ αιγων ενα περι αμαρτιας πλην της ολοκαυτωσεως της δια παντος αι θυσιαι αυτων και αι σπονδαι αυτων

29:29 τη ημερα τη εκτη μοσχους οκτω κριους δυο αμνους ενιαυσιους δεκα τεσσαρας αμωμους

29:30 αι θυσιαι αυτων και αι σπονδαι αυτων τοις μοσχοις και τοις κριοις και τοις αμνοις κατα αριθμον αυτων κατα την συγκρισιν αυτων

29:31 και χιμαρον εξ αιγων ενα περι αμαρτιας πλην της ολοκαυτωσεως της δια παντος αι θυσιαι αυτων και αι σπονδαι αυτων

29:32 τη ημερα τη εβδομη μοσχους επτα κριους δυο αμνους ενιαυσιους τεσσαρας και δεκα αμωμους

29:33 αι θυσιαι αυτων και αι σπονδαι αυτων τοις μοσχοις και τοις κριοις και τοις αμνοις κατα αριθμον αυτων κατα την συγκρισιν αυτων

29:34 και χιμαρον εξ αιγων ενα περι αμαρτιας πλην της ολοκαυτωσεως της δια παντος αι θυσιαι αυτων και αι σπονδαι αυτων

29:35 και τη ημερα τη ογδοη εξοδιον εσται υμιν παν εργον λατρευτον ου ποιησετε εν αυτη

29:36 και προσαξετε ολοκαυτωματα εις οσμην ευωδιας καρπωματα κυριω μοσχον ενα κριον ενα αμνους ενιαυσιους επτα αμωμους

29:37 αι θυσιαι αυτων και αι σπονδαι αυτων τω μοσχω και τω κριω και τοις αμνοις κατα αριθμον αυτων κατα την συγκρισιν αυτων

29:38 και χιμαρον εξ αιγων ενα περι αμαρτιας πλην της ολοκαυτωσεως της δια παντος αι θυσιαι αυτων και αι σπονδαι αυτων

29:39 ταυτα ποιησετε κυριω εν ταις εορταις υμων πλην των ευχων υμων και τα εκουσια υμων και τα ολοκαυτωματα υμων και τας θυσιας υμων και τας σπονδας υμων και τα σωτηρια υμων

 

Created with FREE HTMLCompiler by BibleDatabase