HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 32

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

32:1 και κτηνη πληθος ην τοις υιοις ρουβην και τοις υιοις γαδ πληθος σφοδρα και ειδον την χωραν ιαζηρ και την χωραν γαλααδ και ην ο τοπος τοπος κτηνεσιν

32:2 και προσελθοντες οι υιοι ρουβην και οι υιοι γαδ ειπαν προς μωυσην και προς ελεαζαρ τον ιερεα και προς τους αρχοντας της συναγωγης λεγοντες

32:3 αταρωθ και δαιβων και ιαζηρ και ναμβρα και εσεβων και ελεαλη και σεβαμα και ναβαυ και βαιαν

32:4 την γην ην παρεδωκεν κυριος ενωπιον των υιων ισραηλ γη κτηνοτροφος εστιν και τοις παισιν σου κτηνη υπαρχει

32:5 και ελεγον ει ευρομεν χαριν ενωπιον σου δοθητω η γη αυτη τοις οικεταις σου εν κατασχεσει και μη διαβιβασης ημας τον ιορδανην

32:6 και ειπεν μωυσης τοις υιοις γαδ και τοις υιοις ρουβην οι αδελφοι υμων πορευονται εις πολεμον και υμεις καθησεσθε αυτου

32:7 και ινα τι διαστρεφετε τας διανοιας των υιων ισραηλ μη διαβηναι εις την γην ην κυριος διδωσιν αυτοις

32:8 ουχ ουτως εποιησαν οι πατερες υμων οτε απεστειλα αυτους εκ καδης βαρνη κατανοησαι την γην

32:9 και ανεβησαν φαραγγα βοτρυος και κατενοησαν την γην και απεστησαν την καρδιαν των υιων ισραηλ οπως μη εισελθωσιν εις την γην ην εδωκεν κυριος αυτοις

32:10 και ωργισθη θυμω κυριος εν τη ημερα εκεινη και ωμοσεν λεγων

32:11 ει οψονται οι ανθρωποι ουτοι οι αναβαντες εξ αιγυπτου απο εικοσαετους και επανω οι επισταμενοι το κακον και το αγαθον την γην ην ωμοσα τω αβρααμ και ισαακ και ιακωβ ου γαρ συνεπηκολουθησαν οπισω μου

32:12 πλην χαλεβ υιος ιεφοννη ο διακεχωρισμενος και ιησους ο του ναυη οτι συνεπηκολουθησεν οπισω κυριου

32:13 και ωργισθη θυμω κυριος επι τον ισραηλ και κατερρομβευσεν αυτους εν τη ερημω τεσσαρακοντα ετη εως εξανηλωθη πασα η γενεα οι ποιουντες τα πονηρα εναντι κυριου

32:14 ιδου ανεστητε αντι των πατερων υμων συστρεμμα ανθρωπων αμαρτωλων προσθειναι ετι επι τον θυμον της οργης κυριου επι ισραηλ

32:15 οτι αποστραφησεσθε απ' αυτου προσθειναι ετι καταλιπειν αυτον εν τη ερημω και ανομησετε εις ολην την συναγωγην ταυτην

32:16 και προσηλθον αυτω και ελεγον επαυλεις προβατων οικοδομησωμεν ωδε τοις κτηνεσιν ημων και πολεις ταις αποσκευαις ημων

32:17 και ημεις ενοπλισαμενοι προφυλακη προτεροι των υιων ισραηλ εως αν αγαγωμεν αυτους εις τον εαυτων τοπον και κατοικησει η αποσκευη ημων εν πολεσιν τετειχισμεναις δια τους κατοικουντας την γην

32:18 ου μη αποστραφωμεν εις τας οικιας ημων εως αν καταμερισθωσιν οι υιοι ισραηλ εκαστος εις την κληρονομιαν αυτου

32:19 και ουκετι κληρονομησωμεν εν αυτοις απο του περαν του ιορδανου και επεκεινα οτι απεχομεν τους κληρους ημων εν τω περαν του ιορδανου εν ανατολαις

32:20 και ειπεν προς αυτους μωυσης εαν ποιησητε κατα το ρημα τουτο εαν εξοπλισησθε εναντι κυριου εις πολεμον

32:21 και παρελευσεται υμων πας οπλιτης τον ιορδανην εναντι κυριου εως αν εκτριβη ο εχθρος αυτου απο προσωπου αυτου

32:22 και κατακυριευθη η γη εναντι κυριου και μετα ταυτα αποστραφησεσθε και εσεσθε αθωοι εναντι κυριου και απο ισραηλ και εσται η γη αυτη υμιν εν κατασχεσει εναντι κυριου

32:23 εαν δε μη ποιησητε ουτως αμαρτησεσθε εναντι κυριου και γνωσεσθε την αμαρτιαν υμων οταν υμας καταλαβη τα κακα

32:24 και οικοδομησετε υμιν αυτοις πολεις τη αποσκευη υμων και επαυλεις τοις κτηνεσιν υμων και το εκπορευομενον εκ του στοματος υμων ποιησετε

32:25 και ειπαν οι υιοι ρουβην και οι υιοι γαδ προς μωυσην λεγοντες οι παιδες σου ποιησουσιν καθα ο κυριος ημων εντελλεται

32:26 η αποσκευη ημων και αι γυναικες ημων και παντα τα κτηνη ημων εσονται εν ταις πολεσιν γαλααδ

32:27 οι δε παιδες σου παρελευσονται παντες ενωπλισμενοι και εκτεταγμενοι εναντι κυριου εις τον πολεμον ον τροπον ο κυριος λεγει

32:28 και συνεστησεν αυτοις μωυσης ελεαζαρ τον ιερεα και ιησουν υιον ναυη και τους αρχοντας πατριων των φυλων ισραηλ

32:29 και ειπεν προς αυτους μωυσης εαν διαβωσιν οι υιοι ρουβην και οι υιοι γαδ μεθ' υμων τον ιορδανην πας ενωπλισμενος εις πολεμον εναντι κυριου και κατακυριευσητε της γης απεναντι υμων και δωσετε αυτοις την γην γαλααδ εν κατασχεσει

32:30 εαν δε μη διαβωσιν ενωπλισμενοι μεθ' υμων εις τον πολεμον εναντι κυριου και διαβιβασετε την αποσκευην αυτων και τας γυναικας αυτων και τα κτηνη αυτων προτερα υμων εις γην χανααν και συγκατακληρονομηθησονταιvξ εν υμιν εν τη γη χανααν

32:31 και απεκριθησαν οι υιοι ρουβην και οι υιοι γαδ λεγοντες οσα ο κυριος λεγει τοις θεραπουσιν αυτου ουτως ποιησομεν

32:32 ημεις διαβησομεθα ενωπλισμενοι εναντι κυριου εις γην χανααν και δωσετε την κατασχεσιν ημιν εν τω περαν του ιορδανου

32:33 και εδωκεν αυτοις μωυσης τοις υιοις γαδ και τοις υιοις ρουβην και τω ημισει φυλης μανασση υιων ιωσηφ την βασιλειαν σηων βασιλεως αμορραιων και την βασιλειαν ωγ βασιλεως της βασαν την γην και τας πολεις συν τοις οριοις αυτης πολεις της γης κυκλω

32:34 και ωκοδομησαν οι υιοι γαδ την δαιβων και την αταρωθ και την αροηρ

32:35 και την σωφαρ και την ιαζηρ και υψωσαν αυτας

32:36 και την ναμβραν και την βαιθαραν πολεις οχυρας και επαυλεις προβατων

32:37 και οι υιοι ρουβην ωκοδομησαν την εσεβων και ελεαλη και καριαθαιμ

32:38 και την βεελμεων περικεκυκλωμενας και την σεβαμα και επωνομασαν κατα τα ονοματα αυτων τα ονοματα των πολεων ας ωκοδομησαν

32:39 και επορευθη υιος μαχιρ υιου μανασση εις γαλααδ και ελαβεν αυτην και απωλεσεν τον αμορραιον τον κατοικουντα εν αυτη

32:40 και εδωκεν μωυσης την γαλααδ τω μαχιρ υιω μανασση και κατωκησεν εκει

32:41 και ιαιρ ο του μανασση επορευθη και ελαβεν τας επαυλεις αυτων και επωνομασεν αυτας επαυλεις ιαιρ

32:42 και ναβαυ επορευθη και ελαβεν την κανααθ και τας κωμας αυτης και επωνομασεν αυτας ναβωθ εκ του ονοματος αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase