HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 33

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

33:1 και ουτοι σταθμοι των υιων ισραηλ ως εξηλθον εκ γης αιγυπτου συν δυναμει αυτων εν χειρι μωυση και ααρων

33:2 και εγραψεν μωυσης τας απαρσεις αυτων και τους σταθμους αυτων δια ρηματος κυριου και ουτοι σταθμοι της πορειας αυτων

33:3 απηραν εκ ραμεσση τω μηνι τω πρωτω τη πεντεκαιδεκατη ημερα του μηνος του πρωτου τη επαυριον του πασχα εξηλθον οι υιοι ισραηλ εν χειρι υψηλη εναντιον παντων των αιγυπτιων

33:4 και οι αιγυπτιοι εθαπτον εξ αυτων τους τεθνηκοτας παντας ους επαταξεν κυριος παν πρωτοτοκον εν γη αιγυπτω και εν τοις θεοις αυτων εποιησεν την εκδικησιν κυριος

33:5 και απαραντες οι υιοι ισραηλ εκ ραμεσση παρενεβαλον εις σοκχωθ

33:6 και απηραν εκ σοκχωθ και παρενεβαλον εις βουθαν ο εστιν μερος τι της ερημου

33:7 και απηραν εκ βουθαν και παρενεβαλον επι στομα ειρωθ ο εστιν απεναντι βεελσεπφων και παρενεβαλον απεναντι μαγδωλου

33:8 και απηραν απεναντι ειρωθ και διεβησαν μεσον της θαλασσης εις την ερημον και επορευθησαν οδον τριων ημερων δια της ερημου αυτοι και παρενεβαλον εν πικριαις

33:9 και απηραν εκ πικριων και ηλθον εις αιλιμ και εν αιλιμ δωδεκα πηγαι υδατων και εβδομηκοντα στελεχη φοινικων και παρενεβαλον εκει παρα το υδωρ

33:10 και απηραν εξ αιλιμ και παρενεβαλον επι θαλασσαν ερυθραν

33:11 και απηραν απο θαλασσης ερυθρας και παρενεβαλον εις την ερημον σιν

33:12 και απηραν εκ της ερημου σιν και παρενεβαλον εις ραφακα

33:13 και απηραν εκ ραφακα και παρενεβαλον εν αιλους

33:14 και απηραν εξ αιλους και παρενεβαλον εν ραφιδιν και ουκ ην υδωρ τω λαω πιειν εκει

33:15 και απηραν εκ ραφιδιν και παρενεβαλον εν τη ερημω σινα

33:16 και απηραν εκ της ερημου σινα και παρενεβαλον εν μνημασιν της επιθυμιας

33:17 και απηραν εκ μνηματων επιθυμιας και παρενεβαλον εν ασηρωθ

33:18 και απηραν εξ ασηρωθ και παρενεβαλον εν ραθαμα

33:19 και απηραν εκ ραθαμα και παρενεβαλον εν ρεμμων φαρες

33:20 και απηραν εκ ρεμμων φαρες και παρενεβαλον εν λεμωνα

33:21 και απηραν εκ λεμωνα και παρενεβαλον εις δεσσα

33:22 και απηραν εκ δεσσα και παρενεβαλον εις μακελλαθ

33:23 και απηραν εκ μακελλαθ και παρενεβαλον εις σαφαρ

33:24 και απηραν εκ σαφαρ και παρενεβαλον εις χαραδαθ

33:25 και απηραν εκ χαραδαθ και παρενεβαλον εις μακηλωθ

33:26 και απηραν εκ μακηλωθ και παρενεβαλον εις κατααθ

33:27 και απηραν εκ κατααθ και παρενεβαλον εις ταραθ

33:28 και απηραν εκ ταραθ και παρενεβαλον εις ματεκκα

33:29 και απηραν εκ ματεκκα και παρενεβαλον εις σελμωνα

33:30 και απηραν εκ σελμωνα και παρενεβαλον εις μασσουρουθ

33:31 και απηραν εκ μασσουρουθ και παρενεβαλον εις βαναια

33:32 και απηραν εκ βαναια και παρενεβαλον εις το ορος γαδγαδ

33:33 και απηραν εκ του ορους γαδγαδ και παρενεβαλον εις ετεβαθα

33:34 και απηραν εξ ετεβαθα και παρενεβαλον εις εβρωνα

33:35 και απηραν εξ εβρωνα και παρενεβαλον εις γεσιωνγαβερ

33:36 και απηραν εκ γεσιωνγαβερ και παρενεβαλον εν τη ερημω σιν και απηραν εκ της ερημου σιν και παρενεβαλον εις την ερημον φαραν αυτη εστιν καδης

33:37 και απηραν εκ καδης και παρενεβαλον εις ωρ το ορος πλησιον γης εδωμ

33:38 και ανεβη ααρων ο ιερευς δια προσταγματος κυριου και απεθανεν εκει εν τω τεσσαρακοστω ετει της εξοδου των υιων ισραηλ εκ γης αιγυπτου τω μηνι τω πεμπτω μια του μηνος

33:39 και ααρων ην τριων και εικοσι και εκατον ετων οτε απεθνησκεν εν ωρ τω ορει

33:40 και ακουσας ο χανανις βασιλευς αραδ και ουτος κατωκει εν γη χανααν οτε εισεπορευοντο οι υιοι ισραηλ

33:41 και απηραν εξ ωρ του ορους και παρενεβαλον εις σελμωνα

33:42 και απηραν εκ σελμωνα και παρενεβαλον εις φινω

33:43 και απηραν εκ φινω και παρενεβαλον εις ωβωθ

33:44 και απηραν εξ ωβωθ και παρενεβαλον εν γαι εν τω περαν επι των οριων μωαβ

33:45 και απηραν εκ γαι και παρενεβαλον εις δαιβων γαδ

33:46 και απηραν εκ δαιβων γαδ και παρενεβαλον εν γελμων δεβλαθαιμ

33:47 και απηραν εκ γελμων δεβλαθαιμ και παρενεβαλον επι τα ορη τα αβαριμ απεναντι ναβαυ

33:48 και απηραν απο ορεων αβαριμ και παρενεβαλον επι δυσμων μωαβ επι του ιορδανου κατα ιεριχω

33:49 και παρενεβαλον παρα τον ιορδανην ανα μεσον αισιμωθ εως βελσαττιμ κατα δυσμας μωαβ

33:50 και ελαλησεν κυριος προς μωυσην επι δυσμων μωαβ παρα τον ιορδανην κατα ιεριχω λεγων

33:51 λαλησον τοις υιοις ισραηλ και ερεις προς αυτους υμεις διαβαινετε τον ιορδανην εις γην χανααν

33:52 και απολειτε παντας τους κατοικουντας εν τη γη προ προσωπου υμων και εξαρειτε τας σκοπιας αυτων και παντα τα ειδωλα τα χωνευτα αυτων απολειτε αυτα και πασας τας στηλας αυτων εξαρειτε

33:53 και απολειτε παντας τους κατοικουντας την γην και κατοικησετε εν αυτη υμιν γαρ δεδωκα την γην αυτων εν κληρω

33:54 και κατακληρονομησετε την γην αυτων εν κληρω κατα φυλας υμων τοις πλειοσιν πληθυνειτε την κατασχεσιν αυτων και τοις ελαττοσιν ελαττωσετε την κατασχεσιν αυτων εις ο εαν εξελθη το ονομα αυτου εκει αυτου εσται κατα φυλας πατριων υμων κληρονομησετε

33:55 εαν δε μη απολεσητε τους κατοικουντας επι της γης απο προσωπου υμων και εσται ους εαν καταλιπητε εξ αυτων σκολοπες εν τοις οφθαλμοις υμων και βολιδες εν ταις πλευραις υμων και εχθρευσουσιν επι της γης εφ' ην υμεις κατοικησετε

33:56 και εσται καθοτι διεγνωκειν ποιησαι αυτους ποιησω υμιν

 

Created with FREE HTMLCompiler by BibleDatabase