HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 34

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

34:1 και ελαλησεν κυριος προς μωυσην λεγων

34:2 εντειλαι τοις υιοις ισραηλ και ερεις προς αυτους υμεις εισπορευεσθε εις την γην χανααν αυτη εσται υμιν εις κληρονομιαν γη χανααν συν τοις οριοις αυτης

34:3 και εσται υμιν το κλιτος το προς λιβα απο ερημου σιν εως εχομενον εδωμ και εσται υμιν τα ορια προς λιβα απο μερους της θαλασσης της αλυκης απο ανατολων

34:4 και κυκλωσει υμας τα ορια απο λιβος προς αναβασιν ακραβιν και παρελευσεται σεννα και εσται η διεξοδος αυτου προς λιβα καδης του βαρνη και εξελευσεται εις επαυλιν αραδ και παρελευσεται ασεμωνα

34:5 και κυκλωσει τα ορια απο ασεμωνα χειμαρρουν αιγυπτου και εσται η διεξοδος η θαλασσα

34:6 και τα ορια της θαλασσης εσται υμιν η θαλασσα η μεγαλη οριει τουτο εσται υμιν τα ορια της θαλασσης

34:7 και τουτο εσται τα ορια υμιν προς βορραν απο της θαλασσης της μεγαλης καταμετρησετε υμιν αυτοις παρα το ορος το ορος

34:8 και απο του ορους το ορος καταμετρησετε αυτοις εισπορευομενων εις εμαθ και εσται η διεξοδος αυτου τα ορια σαραδα

34:9 και εξελευσεται τα ορια δεφρωνα και εσται η διεξοδος αυτου ασερναιν τουτο εσται υμιν ορια απο βορρα

34:10 και καταμετρησετε υμιν αυτοις τα ορια ανατολων απο ασερναιν σεπφαμα

34:11 και καταβησεται τα ορια απο σεπφαμ αρβηλα απο ανατολων επι πηγας και καταβησεται τα ορια βηλα επι νωτου θαλασσης χεναρα απο ανατολων

34:12 και καταβησεται τα ορια επι τον ιορδανην και εσται η διεξοδος θαλασσα η αλυκη αυτη εσται υμιν η γη και τα ορια αυτης κυκλω

34:13 και ενετειλατο μωυσης τοις υιοις ισραηλ λεγων αυτη η γη ην κατακληρονομησετε αυτην μετα κληρου ον τροπον συνεταξεν κυριος τω μωυση δουναι αυτην ταις εννεα φυλαις και τω ημισει φυλης μανασση

34:14 οτι ελαβεν φυλη υιων ρουβην και φυλη υιων γαδ κατ' οικους πατριων αυτων και το ημισυ φυλης μανασση απελαβον τους κληρους αυτων

34:15 δυο φυλαι και ημισυ φυλης ελαβον τους κληρους αυτων περαν του ιορδανου κατα ιεριχω απο νοτου κατ' ανατολας

34:16 και ελαλησεν κυριος προς μωυσην λεγων

34:17 ταυτα τα ονοματα των ανδρων οι κληρονομησουσιν υμιν την γην ελεαζαρ ο ιερευς και ιησους ο του ναυη

34:18 και αρχοντα ενα εκ φυλης λημψεσθε κατακληρονομησαι υμιν την γην

34:19 και ταυτα τα ονοματα των ανδρων της φυλης ιουδα χαλεβ υιος ιεφοννη

34:20 της φυλης συμεων σαλαμιηλ υιος εμιουδ

34:21 της φυλης βενιαμιν ελδαδ υιος χασλων

34:22 της φυλης δαν αρχων βακχιρ υιος εγλι

34:23 των υιων ιωσηφ φυλης υιων μανασση αρχων ανιηλ υιος ουφι

34:24 της φυλης υιων εφραιμ αρχων καμουηλ υιος σαβαθα

34:25 της φυλης ζαβουλων αρχων ελισαφαν υιος φαρναχ

34:26 της φυλης υιων ισσαχαρ αρχων φαλτιηλ υιος οζα

34:27 της φυλης υιων ασηρ αρχων αχιωρ υιος σελεμι

34:28 της φυλης νεφθαλι αρχων φαδαηλ υιος βεναμιουδ

34:29 ουτοι οις ενετειλατο κυριος καταμερισαι τοις υιοις ισραηλ εν γη χανααν

 

Created with FREE HTMLCompiler by BibleDatabase