HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Numbers 35

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36]

35:1 και ελαλησεν κυριος προς μωυσην επι δυσμων μωαβ παρα τον ιορδανην κατα ιεριχω λεγων

35:2 συνταξον τοις υιοις ισραηλ και δωσουσιν τοις λευιταις απο των κληρων κατασχεσεως αυτων πολεις κατοικειν και τα προαστεια των πολεων κυκλω αυτων δωσουσιν τοις λευιταις

35:3 και εσονται αυτοις αι πολεις κατοικειν και τα αφορισματα αυτων εσται τοις κτηνεσιν αυτων και πασι τοις τετραποσιν αυτων

35:4 και τα συγκυρουντα των πολεων ας δωσετε τοις λευιταις απο τειχους της πολεως και εξω δισχιλιους πηχεις κυκλω

35:5 και μετρησεις εξω της πολεως το κλιτος το προς ανατολας δισχιλιους πηχεις και το κλιτος το προς λιβα δισχιλιους πηχεις και το κλιτος το προς θαλασσαν δισχιλιους πηχεις και το κλιτος το προς βορραν δισχιλιους πηχεις και η πολις μεσον τουτου εσται υμιν και τα ομορα των πολεων

35:6 και τας πολεις δωσετε τοις λευιταις τας εξ πολεις των φυγαδευτηριων ας δωσετε φευγειν εκει τω φονευσαντι και προς ταυταις τεσσαρακοντα και δυο πολεις

35:7 πασας τας πολεις δωσετε τοις λευιταις τεσσαρακοντα και οκτω πολεις ταυτας και τα προαστεια αυτων

35:8 και τας πολεις ας δωσετε απο της κατασχεσεως υιων ισραηλ απο των τα πολλα πολλα και απο των ελαττονων ελαττω εκαστος κατα την κληρονομιαν αυτου ην κληρονομησουσιν δωσουσιν απο των πολεων τοις λευιταις

35:9 και ελαλησεν κυριος προς μωυσην λεγων

35:10 λαλησον τοις υιοις ισραηλ και ερεις προς αυτους υμεις διαβαινετε τον ιορδανην εις γην χανααν

35:11 και διαστελειτε υμιν αυτοις πολεις φυγαδευτηρια εσται υμιν φυγειν εκει τον φονευτην πας ο παταξας ψυχην ακουσιως

35:12 και εσονται αι πολεις υμιν φυγαδευτηρια απο αγχιστευοντος το αιμα και ου μη αποθανη ο φονευων εως αν στη εναντι της συναγωγης εις κρισιν

35:13 και αι πολεις ας δωσετε τας εξ πολεις φυγαδευτηρια εσονται υμιν

35:14 τας τρεις πολεις δωσετε εν τω περαν του ιορδανου και τας τρεις πολεις δωσετε εν γη χανααν

35:15 φυγαδιον εσται τοις υιοις ισραηλ και τω προσηλυτω και τω παροικω τω εν υμιν εσονται αι πολεις αυται εις φυγαδευτηριον φυγειν εκει παντι παταξαντι ψυχην ακουσιως

35:16 εαν δε εν σκευει σιδηρου παταξη αυτον και τελευτηση φονευτης εστιν θανατω θανατουσθω ο φονευτης

35:17 εαν δε εν λιθω εκ χειρος εν ω αποθανειται εν αυτω παταξη αυτον και αποθανη φονευτης εστιν θανατω θανατουσθω ο φονευτης

35:18 εαν δε εν σκευει ξυλινω εκ χειρος εξ ου αποθανειται εν αυτω παταξη αυτον και αποθανη φονευτης εστιν θανατω θανατουσθω ο φονευτης

35:19 ο αγχιστευων το αιμα ουτος αποκτενει τον φονευσαντα οταν συναντηση αυτω ουτος αποκτενει αυτον

35:20 εαν δε δι' εχθραν ωση αυτον και επιρριψη επ' αυτον παν σκευος εξ ενεδρου και αποθανη

35:21 η δια μηνιν επαταξεν αυτον τη χειρι και αποθανη θανατω θανατουσθω ο παταξας φονευτης εστιν θανατω θανατουσθω ο φονευων ο αγχιστευων το αιμα αποκτενει τον φονευσαντα εν τω συναντησαι αυτω

35:22 εαν δε εξαπινα ου δι' εχθραν ωση αυτον η επιρριψη επ' αυτον παν σκευος ουκ εξ ενεδρου

35:23 η παντι λιθω εν ω αποθανειται εν αυτω ουκ ειδως και επιπεση επ' αυτον και αποθανη αυτος δε ουκ εχθρος αυτου ην ουδε ζητων κακοποιησαι αυτον

35:24 και κρινει η συναγωγη ανα μεσον του παταξαντος και ανα μεσον του αγχιστευοντος το αιμα κατα τα κριματα ταυτα

35:25 και εξελειται η συναγωγη τον φονευσαντα απο του αγχιστευοντος το αιμα και αποκαταστησουσιν αυτον η συναγωγη εις την πολιν του φυγαδευτηριου αυτου ου κατεφυγεν και κατοικησει εκει εως αν αποθανη ο ιερευς ο μεγας ον εχρισαν αυτον τω ελαιω τω αγιω

35:26 εαν δε εξοδω εξελθη ο φονευσας τα ορια της πολεως εις ην κατεφυγεν εκει

35:27 και ευρη αυτον ο αγχιστευων το αιμα εξω των οριων της πολεως καταφυγης αυτου και φονευση ο αγχιστευων το αιμα τον φονευσαντα ουκ ενοχος εστιν

35:28 εν γαρ τη πολει της καταφυγης κατοικειτω εως αν αποθανη ο ιερευς ο μεγας και μετα το αποθανειν τον ιερεα τον μεγαν επαναστραφησεται ο φονευσας εις την γην της κατασχεσεως αυτου

35:29 και εσται ταυτα υμιν εις δικαιωμα κριματος εις τας γενεας υμων εν πασαις ταις κατοικιαις υμων

35:30 πας παταξας ψυχην δια μαρτυρων φονευσεις τον φονευσαντα και μαρτυς εις ου μαρτυρησει επι ψυχην αποθανειν

35:31 και ου λημψεσθε λυτρα περι ψυχης παρα του φονευσαντος του ενοχου οντος αναιρεθηναι θανατω γαρ θανατωθησεται

35:32 ου λημψεσθε λυτρα του φυγειν εις πολιν των φυγαδευτηριων του παλιν κατοικειν επι της γης εως αν αποθανη ο ιερευς ο μεγας

35:33 και ου μη φονοκτονησητε την γην εις ην υμεις κατοικειτε το γαρ αιμα τουτο φονοκτονει την γην και ουκ εξιλασθησεται η γη απο του αιματος του εκχυθεντος επ' αυτης αλλ' επι του αιματος του εκχεοντος

35:34 και ου μιανειτε την γην εφ' ης κατοικειτε επ' αυτης εφ' ης εγω κατασκηνωσω εν υμιν εγω γαρ ειμι κυριος κατασκηνων εν μεσω των υιων ισραηλ

 

Created with FREE HTMLCompiler by BibleDatabase