HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Deuteronomy 1

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34]

1:1 ουτοι οι λογοι ους ελαλησεν μωυσης παντι ισραηλ περαν του ιορδανου εν τη ερημω προς δυσμαις πλησιον της ερυθρας ανα μεσον φαραν τοφολ και λοβον και αυλων και καταχρυσεα

1:2 ενδεκα ημερων εν χωρηβ οδος επ' ορος σηιρ εως καδης βαρνη

1:3 και εγενηθη εν τω τεσσαρακοστω ετει εν τω ενδεκατω μηνι μια του μηνος ελαλησεν μωυσης προς παντας υιους ισραηλ κατα παντα οσα ενετειλατο κυριος αυτω προς αυτους

1:4 μετα το παταξαι σηων βασιλεα αμορραιων τον κατοικησαντα εν εσεβων και ωγ βασιλεα της βασαν τον κατοικησαντα εν ασταρωθ και εν εδραιν

1:5 εν τω περαν του ιορδανου εν γη μωαβ ηρξατο μωυσης διασαφησαι τον νομον τουτον λεγων

1:6 κυριος ο θεος ημων ελαλησεν ημιν εν χωρηβ λεγων ικανουσθω υμιν κατοικειν εν τω ορει τουτω

1:7 επιστραφητε και απαρατε υμεις και εισπορευεσθε εις ορος αμορραιων και προς παντας τους περιοικους αραβα εις ορος και πεδιον και προς λιβα και παραλιαν γην χαναναιων και αντιλιβανον εως του ποταμου του μεγαλου ευφρατου

1:8 ιδετε παραδεδωκα ενωπιον υμων την γην εισπορευθεντες κληρονομησατε την γην ην ωμοσα τοις πατρασιν υμων τω αβρααμ και ισαακ και ιακωβ δουναι αυτοις και τω σπερματι αυτων μετ' αυτους

1:9 και ειπα προς υμας εν τω καιρω εκεινω λεγων ου δυνησομαι μονος φερειν υμας

1:10 κυριος ο θεος υμων επληθυνεν υμας και ιδου εστε σημερον ωσει τα αστρα του ουρανου τω πληθει

1:11 κυριος ο θεος των πατερων υμων προσθειη υμιν ως εστε χιλιοπλασιως και ευλογησαι υμας καθοτι ελαλησεν υμιν

1:12 πως δυνησομαι μονος φερειν τον κοπον υμων και την υποστασιν υμων και τας αντιλογιας υμων

1:13 δοτε εαυτοις ανδρας σοφους και επιστημονας και συνετους εις τας φυλας υμων και καταστησω εφ' υμων ηγουμενους υμων

1:14 και απεκριθητε μοι και ειπατε καλον το ρημα ο ελαλησας ποιησαι

1:15 και ελαβον εξ υμων ανδρας σοφους και επιστημονας και συνετους και κατεστησα αυτους ηγεισθαι εφ' υμων χιλιαρχους και εκατονταρχους και πεντηκονταρχους και δεκαδαρχους και γραμματοεισαγωγεις τοις κριταις υμων

1:16 και ενετειλαμην τοις κριταις υμων εν τω καιρω εκεινω λεγων διακουετε ανα μεσον των αδελφων υμων και κρινατε δικαιως ανα μεσον ανδρος και ανα μεσον αδελφου και ανα μεσον προσηλυτου αυτου

1:17 ουκ επιγνωση προσωπον εν κρισει κατα τον μικρον και κατα τον μεγαν κρινεις ου μη υποστειλη προσωπον ανθρωπου οτι η κρισις του θεου εστιν και το ρημα ο εαν σκληρον η αφ' υμων ανοισετε αυτο επ' εμε και ακουσομαι αυτο

1:18 και ενετειλαμην υμιν εν τω καιρω εκεινω παντας τους λογους ους ποιησετε

1:19 και απαραντες εκ χωρηβ επορευθημεν πασαν την ερημον την μεγαλην και την φοβεραν εκεινην ην ειδετε οδον ορους του αμορραιου καθοτι ενετειλατο κυριος ο θεος ημων ημιν και ηλθομεν εως καδης βαρνη

1:20 και ειπα προς υμας ηλθατε εως του ορους του αμορραιου ο ο κυριος ο θεος ημων διδωσιν υμιν

1:21 ιδετε παραδεδωκεν υμιν κυριος ο θεος υμων προ προσωπου υμων την γην αναβαντες κληρονομησατε ον τροπον ειπεν κυριος ο θεος των πατερων υμων υμιν μη φοβεισθε μηδε δειλιασητε

1:22 και προσηλθατε μοι παντες και ειπατε αποστειλωμεν ανδρας προτερους ημων και εφοδευσατωσαν ημιν την γην και αναγγειλατωσαν ημιν αποκρισιν την οδον δι' ης αναβησομεθα εν αυτη και τας πολεις εις ας εισπορευσομεθα εις αυτας

1:23 και ηρεσεν εναντιον μου το ρημα και ελαβον εξ υμων δωδεκα ανδρας ανδρα ενα κατα φυλην

1:24 και επιστραφεντες ανεβησαν εις το ορος και ηλθοσαν εως φαραγγος βοτρυος και κατεσκοπευσαν αυτην

1:25 και ελαβοσαν εν ταις χερσιν αυτων απο του καρπου της γης και κατηνεγκαν προς ημας και ελεγον αγαθη η γη ην κυριος ο θεος ημων διδωσιν ημιν

1:26 και ουκ ηθελησατε αναβηναι και ηπειθησατε τω ρηματι κυριου του θεου υμων

1:27 και διεγογγυζετε εν ταις σκηναις υμων και ειπατε δια το μισειν κυριον ημας εξηγαγεν ημας εκ γης αιγυπτου παραδουναι ημας εις χειρας αμορραιων εξολεθρευσαι ημας

1:28 που ημεις αναβαινομεν οι αδελφοι υμων απεστησαν υμων την καρδιαν λεγοντες εθνος μεγα και πολυ και δυνατωτερον ημων και πολεις μεγαλαι και τετειχισμεναι εως του ουρανου αλλα και υιους γιγαντων εωρακαμεν εκει

1:29 και ειπα προς υμας μη πτηξητε μηδε φοβηθητε απ' αυτων

1:30 κυριος ο θεος υμων ο προπορευομενος προ προσωπου υμων αυτος συνεκπολεμησει αυτους μεθ' υμων κατα παντα οσα εποιησεν υμιν εν γη αιγυπτω

1:31 και εν τη ερημω ταυτη ην ειδετε ως ετροφοφορησεν σε κυριος ο θεος σου ως ει τις τροφοφορησει ανθρωπος τον υιον αυτου κατα πασαν την οδον ην επορευθητε εως ηλθετε εις τον τοπον τουτον

1:32 και εν τω λογω τουτω ουκ ενεπιστευσατε κυριω τω θεω υμων

1:33 ος προπορευεται προτερος υμων εν τη οδω εκλεγεσθαι υμιν τοπον οδηγων υμας εν πυρι νυκτος δεικνυων υμιν την οδον καθ' ην πορευεσθε επ' αυτης και εν νεφελη ημερας

1:34 και ηκουσεν κυριος την φωνην των λογων υμων και παροξυνθεις ωμοσεν λεγων

1:35 ει οψεται τις των ανδρων τουτων την αγαθην ταυτην γην ην ωμοσα τοις πατρασιν αυτων

1:36 πλην χαλεβ υιος ιεφοννη ουτος οψεται αυτην και τουτω δωσω την γην εφ' ην επεβη και τοις υιοις αυτου δια το προσκεισθαι αυτον τα προς κυριον

1:37 και εμοι εθυμωθη κυριος δι' υμας λεγων ουδε συ ου μη εισελθης εκει

1:38 ιησους υιος ναυη ο παρεστηκως σοι ουτος εισελευσεται εκει αυτον κατισχυσον οτι αυτος κατακληρονομησει αυτην τω ισραηλ

1:39 και παν παιδιον νεον οστις ουκ οιδεν σημερον αγαθον η κακον ουτοι εισελευσονται εκει και τουτοις δωσω αυτην και αυτοι κληρονομησουσιν αυτην

1:40 και υμεις επιστραφεντες εστρατοπεδευσατε εις την ερημον οδον την επι της ερυθρας θαλασσης

1:41 και απεκριθητε μοι και ειπατε ημαρτομεν εναντι κυριου του θεου ημων ημεις αναβαντες πολεμησομεν κατα παντα οσα ενετειλατο κυριος ο θεος ημων ημιν και αναλαβοντες εκαστος τα σκευη τα πολεμικα αυτου και συναθροισθεντες ανεβαινετε εις το ορος

1:42 και ειπεν κυριος προς με ειπον αυτοις ουκ αναβησεσθε ουδε μη πολεμησετε ου γαρ ειμι μεθ' υμων και ου μη συντριβητε ενωπιον των εχθρων υμων

1:43 και ελαλησα υμιν και ουκ εισηκουσατε μου και παρεβητε το ρημα κυριου και παραβιασαμενοι ανεβητε εις το ορος

1:44 και εξηλθεν ο αμορραιος ο κατοικων εν τω ορει εκεινω εις συναντησιν υμιν και κατεδιωξαν υμας ως ει ποιησαισαν αι μελισσαι και ετιτρωσκον υμας απο σηιρ εως ερμα

1:45 και καθισαντες εκλαιετε εναντι κυριου και ουκ εισηκουσεν κυριος της φωνης υμων ουδε προσεσχεν υμιν

1:46 και ενεκαθησθε εν καδης ημερας πολλας οσας ποτε ημερας ενεκαθησθε

 

Created with FREE HTMLCompiler by BibleDatabase