HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Deuteronomy 4

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34]

4:1 και νυν ισραηλ ακουε των δικαιωματων και των κριματων οσα εγω διδασκω υμας σημερον ποιειν ινα ζητε και πολυπλασιασθητε και εισελθοντες κληρονομησητε την γην ην κυριος ο θεος των πατερων υμων διδωσιν υμιν

4:2 ου προσθησετε προς το ρημα ο εγω εντελλομαι υμιν και ουκ αφελειτε απ' αυτου φυλασσεσθε τας εντολας κυριου του θεου υμων οσα εγω εντελλομαι υμιν σημερον

4:3 οι οφθαλμοι υμων εωρακασιν παντα οσα εποιησεν κυριος ο θεος ημων τω βεελφεγωρ οτι πας ανθρωπος οστις επορευθη οπισω βεελφεγωρ εξετριψεν αυτον κυριος ο θεος υμων εξ υμων

4:4 υμεις δε οι προσκειμενοι κυριω τω θεω υμων ζητε παντες εν τη σημερον

4:5 ιδετε δεδειχα υμιν δικαιωματα και κρισεις καθα ενετειλατο μοι κυριος ποιησαι ουτως εν τη γη εις ην υμεις εισπορευεσθε εκει κληρονομειν αυτην

4:6 και φυλαξεσθε και ποιησετε οτι αυτη η σοφια υμων και η συνεσις εναντιον παντων των εθνων οσοι εαν ακουσωσιν παντα τα δικαιωματα ταυτα και ερουσιν ιδου λαος σοφος και επιστημων το εθνος το μεγα τουτο

4:7 οτι ποιον εθνος μεγα ω εστιν αυτω θεος εγγιζων αυτοις ως κυριος ο θεος ημων εν πασιν οις εαν αυτον επικαλεσωμεθα

4:8 και ποιον εθνος μεγα ω εστιν αυτω δικαιωματα και κριματα δικαια κατα παντα τον νομον τουτον ον εγω διδωμι ενωπιον υμων σημερον

4:9 προσεχε σεαυτω και φυλαξον την ψυχην σου σφοδρα μη επιλαθη παντας τους λογους ους εωρακασιν οι οφθαλμοι σου και μη αποστητωσαν απο της καρδιας σου πασας τας ημερας της ζωης σου και συμβιβασεις τους υιους σου και τους υιους των υιων σου

4:10 ημεραν ην εστητε εναντιον κυριου του θεου υμων εν χωρηβ τη ημερα της εκκλησιας οτε ειπεν κυριος προς με εκκλησιασον προς με τον λαον και ακουσατωσαν τα ρηματα μου οπως μαθωσιν φοβεισθαι με πασας τας ημερας ας αυτοι ζωσιν επι της γης και τους υιους αυτων διδαξωσιν

4:11 και προσηλθετε και εστητε υπο το ορος και το ορος εκαιετο πυρι εως του ουρανου σκοτος γνοφος θυελλα φωνη μεγαλη

4:12 και ελαλησεν κυριος προς υμας εκ μεσου του πυρος φωνην ρηματων υμεις ηκουσατε και ομοιωμα ουκ ειδετε αλλ' η φωνην

4:13 και ανηγγειλεν υμιν την διαθηκην αυτου ην ενετειλατο υμιν ποιειν τα δεκα ρηματα και εγραψεν αυτα επι δυο πλακας λιθινας

4:14 και εμοι ενετειλατο κυριος εν τω καιρω εκεινω διδαξαι υμας δικαιωματα και κρισεις ποιειν αυτα υμας επι της γης εις ην υμεις εισπορευεσθε εκει κληρονομειν αυτην

4:15 και φυλαξεσθε σφοδρα τας ψυχας υμων οτι ουκ ειδετε ομοιωμα εν τη ημερα η ελαλησεν κυριος προς υμας εν χωρηβ εν τω ορει εκ μεσου του πυρος

4:16 μη ανομησητε και ποιησητε υμιν εαυτοις γλυπτον ομοιωμα πασαν εικονα ομοιωμα αρσενικου η θηλυκου

4:17 ομοιωμα παντος κτηνους των οντων επι της γης ομοιωμα παντος ορνεου πτερωτου ο πεταται υπο τον ουρανον

4:18 ομοιωμα παντος ερπετου ο ερπει επι της γης ομοιωμα παντος ιχθυος οσα εστιν εν τοις υδασιν υποκατω της γης

4:19 και μη αναβλεψας εις τον ουρανον και ιδων τον ηλιον και την σεληνην και τους αστερας και παντα τον κοσμον του ουρανου πλανηθεις προσκυνησης αυτοις και λατρευσης αυτοις α απενειμεν κυριος ο θεος σου αυτα πασιν τοις εθνεσιν τοις υποκατω του ουρανου

4:20 υμας δε ελαβεν ο θεος και εξηγαγεν υμας εκ της καμινου της σιδηρας εξ αιγυπτου ειναι αυτω λαον εγκληρον ως εν τη ημερα ταυτη

4:21 και κυριος εθυμωθη μοι περι των λεγομενων υφ' υμων και ωμοσεν ινα μη διαβω τον ιορδανην τουτον και ινα μη εισελθω εις την γην ην κυριος ο θεος διδωσιν σοι εν κληρω

4:22 εγω γαρ αποθνησκω εν τη γη ταυτη και ου διαβαινω τον ιορδανην τουτον υμεις δε διαβαινετε και κληρονομησετε την γην την αγαθην ταυτην

4:23 προσεχετε υμεις μη επιλαθησθε την διαθηκην κυριου του θεου υμων ην διεθετο προς υμας και ποιησητε υμιν εαυτοις γλυπτον ομοιωμα παντων ων συνεταξεν κυριος ο θεος σου

4:24 οτι κυριος ο θεος σου πυρ καταναλισκον εστιν θεος ζηλωτης

4:25 εαν δε γεννησης υιους και υιους των υιων σου και χρονισητε επι της γης και ανομησητε και ποιησητε γλυπτον ομοιωμα παντος και ποιησητε τα πονηρα εναντιον κυριου του θεου υμων παροργισαι αυτον

4:26 διαμαρτυρομαι υμιν σημερον τον τε ουρανον και την γην οτι απωλεια απολεισθε απο της γης εις ην υμεις διαβαινετε τον ιορδανην εκει κληρονομησαι αυτην ουχι πολυχρονιειτε ημερας επ' αυτης αλλ' η εκτριβη εκτριβησεσθε

4:27 και διασπερει κυριος υμας εν πασιν τοις εθνεσιν και καταλειφθησεσθε ολιγοι αριθμω εν τοις εθνεσιν εις ους εισαξει κυριος υμας εκει

4:28 και λατρευσετε εκει θεοις ετεροις εργοις χειρων ανθρωπων ξυλοις και λιθοις οι ουκ οψονται ουδε μη ακουσωσιν ουτε μη φαγωσιν ουτε μη οσφρανθωσιν

4:29 και ζητησετε εκει κυριον τον θεον υμων και ευρησετε οταν εκζητησητε αυτον εξ ολης της καρδιας σου και εξ ολης της ψυχης σου εν τη θλιψει σου

4:30 και ευρησουσιν σε παντες οι λογοι ουτοι επ' εσχατω των ημερων και επιστραφηση προς κυριον τον θεον σου και εισακουση της φωνης αυτου

4:31 οτι θεος οικτιρμων κυριος ο θεος σου ουκ εγκαταλειψει σε ουδε μη εκτριψει σε ουκ επιλησεται την διαθηκην των πατερων σου ην ωμοσεν αυτοις

4:32 επερωτησατε ημερας προτερας τας γενομενας προτερας σου απο της ημερας ης εκτισεν ο θεος ανθρωπον επι της γης και επι το ακρον του ουρανου εως ακρου του ουρανου ει γεγονεν κατα το ρημα το μεγα τουτο ει ηκουσται τοιουτο

4:33 ει ακηκοεν εθνος φωνην θεου ζωντος λαλουντος εκ μεσου του πυρος ον τροπον ακηκοας συ και εζησας

4:34 ει επειρασεν ο θεος εισελθων λαβειν εαυτω εθνος εκ μεσου εθνους εν πειρασμω και εν σημειοις και εν τερασιν και εν πολεμω και εν χειρι κραταια και εν βραχιονι υψηλω και εν οραμασιν μεγαλοις κατα παντα οσα εποιησεν κυριος ο θεος ημων εν αιγυπτω ενωπιον σου βλεποντος

4:35 ωστε ειδησαι σε οτι κυριος ο θεος σου ουτος θεος εστιν και ουκ εστιν ετι πλην αυτου

4:36 εκ του ουρανου ακουστη εγενετο η φωνη αυτου παιδευσαι σε και επι της γης εδειξεν σοι το πυρ αυτου το μεγα και τα ρηματα αυτου ηκουσας εκ μεσου του πυρος

4:37 δια το αγαπησαι αυτον τους πατερας σου και εξελεξατο το σπερμα αυτων μετ' αυτους υμας και εξηγαγεν σε αυτος εν τη ισχυι αυτου τη μεγαλη εξ αιγυπτου

4:38 εξολεθρευσαι εθνη μεγαλα και ισχυροτερα σου προ προσωπου σου εισαγαγειν σε δουναι σοι την γην αυτων κληρονομειν καθως εχεις σημερον

4:39 και γνωση σημερον και επιστραφηση τη διανοια οτι κυριος ο θεος σου ουτος θεος εν τω ουρανω ανω και επι της γης κατω και ουκ εστιν ετι πλην αυτου

4:40 και φυλαξη τα δικαιωματα αυτου και τας εντολας αυτου οσας εγω εντελλομαι σοι σημερον ινα ευ σοι γενηται και τοις υιοις σου μετα σε οπως μακροημεροι γενησθε επι της γης ης κυριος ο θεος σου διδωσιν σοι πασας τας ημερας

4:41 τοτε αφωρισεν μωυσης τρεις πολεις περαν του ιορδανου απο ανατολων ηλιου

4:42 φυγειν εκει τον φονευτην ος αν φονευση τον πλησιον ουκ ειδως και ουτος ου μισων αυτον προ της εχθες και τριτης και καταφευξεται εις μιαν των πολεων τουτων και ζησεται

4:43 την βοσορ εν τη ερημω εν τη γη τη πεδινη τω ρουβην και την ραμωθ εν γαλααδ τω γαδδι και την γαυλων εν βασαν τω μανασση

4:44 ουτος ο νομος ον παρεθετο μωυσης ενωπιον υιων ισραηλ

4:45 ταυτα τα μαρτυρια και τα δικαιωματα και τα κριματα οσα ελαλησεν μωυσης τοις υιοις ισραηλ εν τη ερημω εξελθοντων αυτων εκ γης αιγυπτου

4:46 εν τω περαν του ιορδανου εν φαραγγι εγγυς οικου φογωρ εν γη σηων βασιλεως των αμορραιων ος κατωκει εν εσεβων ους επαταξεν μωυσης και οι υιοι ισραηλ εξελθοντων αυτων εκ γης αιγυπτου

4:47 και εκληρονομησαν την γην αυτου και την γην ωγ βασιλεως της βασαν δυο βασιλεων των αμορραιων οι ησαν περαν του ιορδανου κατ' ανατολας ηλιου

4:48 απο αροηρ η εστιν επι του χειλους χειμαρρου αρνων και επι του ορους του σηων ο εστιν αερμων

4:49 πασαν την αραβα περαν του ιορδανου κατ' ανατολας ηλιου υπο ασηδωθ την λαξευτην

 

Created with FREE HTMLCompiler by BibleDatabase