HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Deuteronomy 5

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34]

5:1 και εκαλεσεν μωυσης παντα ισραηλ και ειπεν προς αυτους ακουε ισραηλ τα δικαιωματα και τα κριματα οσα εγω λαλω εν τοις ωσιν υμων εν τη ημερα ταυτη και μαθησεσθε αυτα και φυλαξεσθε ποιειν αυτα

5:2 κυριος ο θεος υμων διεθετο προς υμας διαθηκην εν χωρηβ

5:3 ουχι τοις πατρασιν υμων διεθετο κυριος την διαθηκην ταυτην αλλ' η προς υμας υμεις ωδε παντες ζωντες σημερον

5:4 προσωπον κατα προσωπον ελαλησεν κυριος προς υμας εν τω ορει εκ μεσου του πυρος

5:5 καγω ειστηκειν ανα μεσον κυριου και υμων εν τω καιρω εκεινω αναγγειλαι υμιν τα ρηματα κυριου οτι εφοβηθητε απο προσωπου του πυρος και ουκ ανεβητε εις το ορος λεγων

5:6 εγω κυριος ο θεος σου ο εξαγαγων σε εκ γης αιγυπτου εξ οικου δουλειας

5:7 ουκ εσονται σοι θεοι ετεροι προ προσωπου μου

5:8 ου ποιησεις σεαυτω ειδωλον ουδε παντος ομοιωμα οσα εν τω ουρανω ανω και οσα εν τη γη κατω και οσα εν τοις υδασιν υποκατω της γης

5:9 ου προσκυνησεις αυτοις ουδε μη λατρευσης αυτοις οτι εγω ειμι κυριος ο θεος σου θεος ζηλωτης αποδιδους αμαρτιας πατερων επι τεκνα επι τριτην και τεταρτην γενεαν τοις μισουσιν με

5:10 και ποιων ελεος εις χιλιαδας τοις αγαπωσιν με και τοις φυλασσουσιν τα προσταγματα μου

5:11 ου λημψη το ονομα κυριου του θεου σου επι ματαιω ου γαρ μη καθαριση κυριος τον λαμβανοντα το ονομα αυτου επι ματαιω

5:12 φυλαξαι την ημεραν των σαββατων αγιαζειν αυτην ον τροπον ενετειλατο σοι κυριος ο θεος σου

5:13 εξ ημερας εργα και ποιησεις παντα τα εργα σου

5:14 τη δε ημερα τη εβδομη σαββατα κυριω τω θεω σου ου ποιησεις εν αυτη παν εργον συ και οι υιοι σου και η θυγατηρ σου ο παις σου και η παιδισκη σου ο βους σου και το υποζυγιον σου και παν κτηνος σου και ο προσηλυτος ο παροικων εν σοι ινα αναπαυσηται ο παις σου και η παιδισκη σου ωσπερ και συ

5:15 και μνησθηση οτι οικετης ησθα εν γη αιγυπτω και εξηγαγεν σε κυριος ο θεος σου εκειθεν εν χειρι κραταια και εν βραχιονι υψηλω δια τουτο συνεταξεν σοι κυριος ο θεος σου ωστε φυλασσεσθαι την ημεραν των σαββατων και αγιαζειν αυτην

5:16 τιμα τον πατερα σου και την μητερα σου ον τροπον ενετειλατο σοι κυριος ο θεος σου ινα ευ σοι γενηται και ινα μακροχρονιος γενη επι της γης ης κυριος ο θεος σου διδωσιν σοι

5:17 ου μοιχευσεις

5:18 ου φονευσεις

5:19 ου κλεψεις

5:20 ου ψευδομαρτυρησεις κατα του πλησιον σου μαρτυριαν ψευδη

5:21 ουκ επιθυμησεις την γυναικα του πλησιον σου ουκ επιθυμησεις την οικιαν του πλησιον σου ουτε τον αγρον αυτου ουτε τον παιδα αυτου ουτε την παιδισκην αυτου ουτε του βοος αυτου ουτε του υποζυγιου αυτου ουτε παντος κτηνους αυτου ουτε οσα τω πλησιον σου εστιν

5:22 τα ρηματα ταυτα ελαλησεν κυριος προς πασαν συναγωγην υμων εν τω ορει εκ μεσου του πυρος σκοτος γνοφος θυελλα φωνη μεγαλη και ου προσεθηκεν και εγραψεν αυτα επι δυο πλακας λιθινας και εδωκεν μοι

5:23 και εγενετο ως ηκουσατε την φωνην εκ μεσου του πυρος και το ορος εκαιετο πυρι και προσηλθετε προς με παντες οι ηγουμενοι των φυλων υμων και η γερουσια υμων

5:24 και ελεγετε ιδου εδειξεν ημιν κυριος ο θεος ημων την δοξαν αυτου και την φωνην αυτου ηκουσαμεν εκ μεσου του πυρος εν τη ημερα ταυτη ειδομεν οτι λαλησει ο θεος προς ανθρωπον και ζησεται

5:25 και νυν μη αποθανωμεν οτι εξαναλωσει ημας το πυρ το μεγα τουτο εαν προσθωμεθα ημεις ακουσαι την φωνην κυριου του θεου ημων ετι και αποθανουμεθα

5:26 τις γαρ σαρξ ητις ηκουσεν φωνην θεου ζωντος λαλουντος εκ μεσου του πυρος ως ημεις και ζησεται

5:27 προσελθε συ και ακουσον οσα εαν ειπη κυριος ο θεος ημων και συ λαλησεις προς ημας παντα οσα αν λαληση κυριος ο θεος ημων προς σε και ακουσομεθα και ποιησομεν

5:28 και ηκουσεν κυριος την φωνην των λογων υμων λαλουντων προς με και ειπεν κυριος προς με ηκουσα την φωνην των λογων του λαου τουτου οσα ελαλησαν προς σε ορθως παντα οσα ελαλησαν

5:29 τις δωσει ουτως ειναι την καρδιαν αυτων εν αυτοις ωστε φοβεισθαι με και φυλασσεσθαι τας εντολας μου πασας τας ημερας ινα ευ η αυτοις και τοις υιοις αυτων δι' αιωνος

5:30 βαδισον ειπον αυτοις αποστραφητε υμεις εις τους οικους υμων

5:31 συ δε αυτου στηθι μετ' εμου και λαλησω προς σε τας εντολας και τα δικαιωματα και τα κριματα οσα διδαξεις αυτους και ποιειτωσαν εν τη γη ην εγω διδωμι αυτοις εν κληρω

5:32 και φυλαξεσθε ποιειν ον τροπον ενετειλατο σοι κυριος ο θεος σου ουκ εκκλινειτε εις δεξια ουδε εις αριστερα

5:33 κατα πασαν την οδον ην ενετειλατο σοι κυριος ο θεος σου πορευεσθαι εν αυτη οπως καταπαυση σε και ευ σοι η και μακροημερευσητε επι της γης ης κληρονομησετε

 

Created with FREE HTMLCompiler by BibleDatabase