HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Deuteronomy 7

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34]

7:1 εαν δε εισαγαγη σε κυριος ο θεος σου εις την γην εις ην εισπορευη εκει κληρονομησαι και εξαρει εθνη μεγαλα απο προσωπου σου τον χετταιον και γεργεσαιον και αμορραιον και χαναναιον και φερεζαιον και ευαιον και ιεβουσαιον επτα εθνη πολλα και ισχυροτερα υμων

7:2 και παραδωσει αυτους κυριος ο θεος σου εις τας χειρας σου και παταξεις αυτους αφανισμω αφανιεις αυτους ου διαθηση προς αυτους διαθηκην ουδε μη ελεησητε αυτους

7:3 ουδε μη γαμβρευσητε προς αυτους την θυγατερα σου ου δωσεις τω υιω αυτου και την θυγατερα αυτου ου λημψη τω υιω σου

7:4 αποστησει γαρ τον υιον σου απ' εμου και λατρευσει θεοις ετεροις και οργισθησεται θυμω κυριος εις υμας και εξολεθρευσει σε το ταχος

7:5 αλλ' ουτως ποιησετε αυτοις τους βωμους αυτων καθελειτε και τας στηλας αυτων συντριψετε και τα αλση αυτων εκκοψετε και τα γλυπτα των θεων αυτων κατακαυσετε πυρι

7:6 οτι λαος αγιος ει κυριω τω θεω σου και σε προειλατο κυριος ο θεος σου ειναι σε αυτω λαον περιουσιον παρα παντα τα εθνη οσα επι προσωπου της γης

7:7 ουχ οτι πολυπληθειτε παρα παντα τα εθνη προειλατο κυριος υμας και εξελεξατο υμας υμεις γαρ εστε ολιγοστοι παρα παντα τα εθνη

7:8 αλλα παρα το αγαπαν κυριον υμας και διατηρων τον ορκον ον ωμοσεν τοις πατρασιν υμων εξηγαγεν κυριος υμας εν χειρι κραταια και εν βραχιονι υψηλω και ελυτρωσατο εξ οικου δουλειας εκ χειρος φαραω βασιλεως αιγυπτου

7:9 και γνωση οτι κυριος ο θεος σου ουτος θεος θεος πιστος ο φυλασσων διαθηκην και ελεος τοις αγαπωσιν αυτον και τοις φυλασσουσιν τας εντολας αυτου εις χιλιας γενεας

7:10 και αποδιδους τοις μισουσιν κατα προσωπον εξολεθρευσαι αυτους και ουχι βραδυνει τοις μισουσιν κατα προσωπον αποδωσει αυτοις

7:11 και φυλαξη τας εντολας και τα δικαιωματα και τα κριματα ταυτα οσα εγω εντελλομαι σοι σημερον ποιειν

7:12 και εσται ηνικα αν ακουσητε παντα τα δικαιωματα ταυτα και φυλαξητε και ποιησητε αυτα και διαφυλαξει κυριος ο θεος σου σοι την διαθηκην και το ελεος ο ωμοσεν τοις πατρασιν υμων

7:13 και αγαπησει σε και ευλογησει σε και πληθυνει σε και ευλογησει τα εκγονα της κοιλιας σου και τον καρπον της γης σου τον σιτον σου και τον οινον σου και το ελαιον σου τα βουκολια των βοων σου και τα ποιμνια των προβατων σου επι της γης ης ωμοσεν κυριος τοις πατρασιν σου δουναι σοι

7:14 ευλογητος εση παρα παντα τα εθνη ουκ εσται εν υμιν αγονος ουδε στειρα και εν τοις κτηνεσιν σου

7:15 και περιελει κυριος απο σου πασαν μαλακιαν και πασας νοσους αιγυπτου τας πονηρας ας εωρακας και οσα εγνως ουκ επιθησει επι σε και επιθησει αυτα επι παντας τους μισουντας σε

7:16 και φαγη παντα τα σκυλα των εθνων α κυριος ο θεος σου διδωσιν σοι ου φεισεται ο οφθαλμος σου επ' αυτοις και ου λατρευσεις τοις θεοις αυτων οτι σκωλον τουτο εστιν σοι

7:17 εαν δε λεγης εν τη διανοια σου οτι πολυ το εθνος τουτο η εγω πως δυνησομαι εξολεθρευσαι αυτους

7:18 ου φοβηθηση αυτους μνεια μνησθηση οσα εποιησεν κυριος ο θεος σου τω φαραω και πασι τοις αιγυπτιοις

7:19 τους πειρασμους τους μεγαλους ους ειδοσαν οι οφθαλμοι σου τα σημεια και τα τερατα τα μεγαλα εκεινα την χειρα την κραταιαν και τον βραχιονα τον υψηλον ως εξηγαγεν σε κυριος ο θεος σου ουτως ποιησει κυριος ο θεος ημων πασιν τοις εθνεσιν ους συ φοβη απο προσωπου αυτων

7:20 και τας σφηκιας αποστελει κυριος ο θεος σου εις αυτους εως αν εκτριβωσιν οι καταλελειμμενοι και οι κεκρυμμενοι απο σου

7:21 ου τρωθηση απο προσωπου αυτων οτι κυριος ο θεος σου εν σοι θεος μεγας και κραταιος

7:22 και καταναλωσει κυριος ο θεος σου τα εθνη ταυτα απο προσωπου σου κατα μικρον μικρον ου δυνηση εξαναλωσαι αυτους το ταχος ινα μη γενηται η γη ερημος και πληθυνθη επι σε τα θηρια τα αγρια

7:23 και παραδωσει αυτους κυριος ο θεος σου εις τας χειρας σου και απολεσει αυτους απωλεια μεγαλη εως αν εξολεθρευση αυτους

7:24 και παραδωσει τους βασιλεις αυτων εις τας χειρας υμων και απολειται το ονομα αυτων εκ του τοπου εκεινου ουκ αντιστησεται ουδεις κατα προσωπον σου εως αν εξολεθρευσης αυτους

7:25 τα γλυπτα των θεων αυτων κατακαυσετε πυρι ουκ επιθυμησεις αργυριον ουδε χρυσιον απ' αυτων και ου λημψη σεαυτω μη πταισης δι' αυτο οτι βδελυγμα κυριω τω θεω σου εστιν

7:26 και ουκ εισοισεις βδελυγμα εις τον οικον σου και εση αναθημα ωσπερ τουτο προσοχθισματι προσοχθιεις και βδελυγματι βδελυξη οτι αναθημα εστιν

 

Created with FREE HTMLCompiler by BibleDatabase