HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Deuteronomy 9

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34]

9:1 ακουε ισραηλ συ διαβαινεις σημερον τον ιορδανην εισελθειν κληρονομησαι εθνη μεγαλα και ισχυροτερα μαλλον η υμεις πολεις μεγαλας και τειχηρεις εως του ουρανου

9:2 λαον μεγαν και πολυν και ευμηκη υιους ενακ ους συ οισθα και συ ακηκοας τις αντιστησεται κατα προσωπον υιων ενακ

9:3 και γνωση σημερον οτι κυριος ο θεος σου ουτος προπορευεται προ προσωπου σου πυρ καταναλισκον εστιν ουτος εξολεθρευσει αυτους και ουτος αποστρεψει αυτους απο προσωπου σου και απολεις αυτους καθαπερ ειπεν σοι κυριος

9:4 μη ειπης εν τη καρδια σου εν τω εξαναλωσαι κυριον τον θεον σου τα εθνη ταυτα απο προσωπου σου λεγων δια τας δικαιοσυνας μου εισηγαγεν με κυριος κληρονομησαι την γην την αγαθην ταυτην αλλα δια την ασεβειαν των εθνων τουτων κυριος εξολεθρευσει αυτους προ προσωπου σου

9:5 ουχι δια την δικαιοσυνην σου ουδε δια την οσιοτητα της καρδιας σου συ εισπορευη κληρονομησαι την γην αυτων αλλα δια την ασεβειαν των εθνων τουτων κυριος εξολεθρευσει αυτους απο προσωπου σου και ινα στηση την διαθηκην αυτου ην ωμοσεν τοις πατρασιν υμων τω αβρααμ και τω ισαακ και τω ιακωβ

9:6 και γνωση σημερον οτι ουχι δια τας δικαιοσυνας σου κυριος ο θεος σου διδωσιν σοι την γην την αγαθην ταυτην κληρονομησαι οτι λαος σκληροτραχηλος ει

9:7 μνησθητι μη επιλαθη οσα παρωξυνας κυριον τον θεον σου εν τη ερημω αφ' ης ημερας εξηλθετε εξ αιγυπτου εως ηλθετε εις τον τοπον τουτον απειθουντες διετελειτε τα προς κυριον

9:8 και εν χωρηβ παρωξυνατε κυριον και εθυμωθη κυριος εφ' υμιν εξολεθρευσαι υμας

9:9 αναβαινοντος μου εις το ορος λαβειν τας πλακας τας λιθινας πλακας διαθηκης ας διεθετο κυριος προς υμας και κατεγινομην εν τω ορει τεσσαρακοντα ημερας και τεσσαρακοντα νυκτας αρτον ουκ εφαγον και υδωρ ουκ επιον

9:10 και εδωκεν κυριος εμοι τας δυο πλακας τας λιθινας γεγραμμενας εν τω δακτυλω του θεου και επ' αυταις εγεγραπτο παντες οι λογοι ους ελαλησεν κυριος προς υμας εν τω ορει ημερα εκκλησιας

9:11 και εγενετο δια τεσσαρακοντα ημερων και τεσσαρακοντα νυκτων εδωκεν κυριος εμοι τας δυο πλακας τας λιθινας πλακας διαθηκης

9:12 και ειπεν κυριος προς με αναστηθι καταβηθι το ταχος εντευθεν οτι ηνομησεν ο λαος σου ους εξηγαγες εκ γης αιγυπτου παρεβησαν ταχυ εκ της οδου ης ενετειλω αυτοις εποιησαν εαυτοις χωνευμα

9:13 και ειπεν κυριος προς με λελαληκα προς σε απαξ και δις λεγων εωρακα τον λαον τουτον και ιδου λαος σκληροτραχηλος εστιν

9:14 εασον με εξολεθρευσαι αυτους και εξαλειψω το ονομα αυτων υποκατωθεν του ουρανου και ποιησω σε εις εθνος μεγα και ισχυρον και πολυ μαλλον η τουτο

9:15 και επιστρεψας κατεβην εκ του ορους και το ορος εκαιετο πυρι και αι δυο πλακες επι ταις δυσι χερσιν μου

9:16 και ιδων οτι ημαρτετε εναντιον κυριου του θεου υμων και εποιησατε υμιν εαυτοις χωνευτον και παρεβητε απο της οδου ης ενετειλατο υμιν κυριος

9:17 και επιλαβομενος των δυο πλακων ερριψα αυτας απο των δυο χειρων μου και συνετριψα εναντιον υμων

9:18 και εδεηθην εναντιον κυριου δευτερον καθαπερ και το προτερον τεσσαρακοντα ημερας και τεσσαρακοντα νυκτας αρτον ουκ εφαγον και υδωρ ουκ επιον περι πασων των αμαρτιων υμων ων ημαρτετε ποιησαι το πονηρον εναντιον κυριου του θεου υμων παροξυναι αυτον

9:19 και εκφοβος ειμι δια την οργην και τον θυμον οτι παρωξυνθη κυριος εφ' υμιν εξολεθρευσαι υμας και εισηκουσεν κυριος εμου και εν τω καιρω τουτω

9:20 και επι ααρων εθυμωθη κυριος σφοδρα εξολεθρευσαι αυτον και ηυξαμην και περι ααρων εν τω καιρω εκεινω

9:21 και την αμαρτιαν υμων ην εποιησατε τον μοσχον ελαβον αυτον και κατεκαυσα αυτον εν πυρι και συνεκοψα αυτον καταλεσας σφοδρα εως ου εγενετο λεπτον και εγενηθη ωσει κονιορτος και ερριψα τον κονιορτον εις τον χειμαρρουν τον καταβαινοντα εκ του ορους

9:22 και εν τω εμπυρισμω και εν τω πειρασμω και εν τοις μνημασιν της επιθυμιας παροξυνοντες ητε κυριον τον θεον υμων

9:23 και οτε εξαπεστειλεν κυριος υμας εκ καδης βαρνη λεγων αναβητε και κληρονομησατε την γην ην διδωμι υμιν και ηπειθησατε τω ρηματι κυριου του θεου υμων και ουκ επιστευσατε αυτω και ουκ εισηκουσατε της φωνης αυτου

9:24 απειθουντες ητε τα προς κυριον απο της ημερας ης εγνωσθη υμιν

9:25 και εδεηθην εναντιον κυριου τεσσαρακοντα ημερας και τεσσαρακοντα νυκτας οσας εδεηθην ειπεν γαρ κυριος εξολεθρευσαι υμας

9:26 και ευξαμην προς τον θεον και ειπα κυριε κυριε βασιλευ των θεων μη εξολεθρευσης τον λαον σου και την μεριδα σου ην ελυτρωσω εν τη ισχυι σου τη μεγαλη ους εξηγαγες εκ γης αιγυπτου εν τη ισχυι σου τη μεγαλη και εν τη χειρι σου τη κραταια και εν τω βραχιονι σου τω υψηλω

9:27 μνησθητι αβρααμ και ισαακ και ιακωβ των θεραποντων σου οις ωμοσας κατα σεαυτου μη επιβλεψης επι την σκληροτητα του λαου τουτου και τα ασεβηματα και τα αμαρτηματα αυτων

9:28 μη ειπωσιν οι κατοικουντες την γην οθεν εξηγαγες ημας εκειθεν λεγοντες παρα το μη δυνασθαι κυριον εισαγαγειν αυτους εις την γην ην ειπεν αυτοις και παρα το μισησαι αυτους εξηγαγεν αυτους αποκτειναι εν τη ερημω

9:29 και ουτοι λαος σου και κληρος σου ους εξηγαγες εκ γης αιγυπτου εν τη ισχυι σου τη μεγαλη και εν τω βραχιονι σου τω υψηλω

 

Created with FREE HTMLCompiler by BibleDatabase