HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Deuteronomy 10

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34]

10:1 εν εκεινω τω καιρω ειπεν κυριος προς με λαξευσον σεαυτω δυο πλακας λιθινας ωσπερ τας πρωτας και αναβηθι προς με εις το ορος και ποιησεις σεαυτω κιβωτον ξυλινην

10:2 και γραψω επι τας πλακας τα ρηματα α ην εν ταις πλαξιν ταις πρωταις ας συνετριψας και εμβαλεις αυτας εις την κιβωτον

10:3 και εποιησα κιβωτον εκ ξυλων ασηπτων και ελαξευσα τας δυο πλακας τας λιθινας ως αι πρωται και ανεβην εις το ορος και αι δυο πλακες επι ταις χερσιν μου

10:4 και εγραψεν επι τας πλακας κατα την γραφην την πρωτην τους δεκα λογους ους ελαλησεν κυριος προς υμας εν τω ορει εκ μεσου του πυρος και εδωκεν αυτας κυριος εμοι

10:5 και επιστρεψας κατεβην εκ του ορους και ενεβαλον τας πλακας εις την κιβωτον ην εποιησα και ησαν εκει καθα ενετειλατο μοι κυριος

10:6 και οι υιοι ισραηλ απηραν εκ βηρωθ υιων ιακιμ μισαδαι εκει απεθανεν ααρων και εταφη εκει και ιερατευσεν ελεαζαρ υιος αυτου αντ' αυτου

10:7 εκειθεν απηραν εις γαδγαδ και απο γαδγαδ εις ετεβαθα γη χειμαρροι υδατων

10:8 εν εκεινω τω καιρω διεστειλεν κυριος την φυλην την λευι αιρειν την κιβωτον της διαθηκης κυριου παρεσταναι εναντι κυριου λειτουργειν και επευχεσθαι επι τω ονοματι αυτου εως της ημερας ταυτης

10:9 δια τουτο ουκ εστιν τοις λευιταις μερις και κληρος εν τοις αδελφοις αυτων κυριος αυτος κληρος αυτου καθα ειπεν αυτω

10:10 καγω ειστηκειν εν τω ορει τεσσαρακοντα ημερας και τεσσαρακοντα νυκτας και εισηκουσεν κυριος εμου και εν τω καιρω τουτω και ουκ ηθελησεν κυριος εξολεθρευσαι υμας

10:11 και ειπεν κυριος προς με βαδιζε απαρον εναντιον του λαου τουτου και εισπορευεσθωσαν και κληρονομειτωσαν την γην ην ωμοσα τοις πατρασιν αυτων δουναι αυτοις

10:12 και νυν ισραηλ τι κυριος ο θεος σου αιτειται παρα σου αλλ' η φοβεισθαι κυριον τον θεον σου πορευεσθαι εν πασαις ταις οδοις αυτου και αγαπαν αυτον και λατρευειν κυριω τω θεω σου εξ ολης της καρδιας σου και εξ ολης της ψυχης σου

10:13 φυλασσεσθαι τας εντολας κυριου του θεου σου και τα δικαιωματα αυτου οσα εγω εντελλομαι σοι σημερον ινα ευ σοι η

10:14 ιδου κυριου του θεου σου ο ουρανος και ο ουρανος του ουρανου η γη και παντα οσα εστιν εν αυτη

10:15 πλην τους πατερας υμων προειλατο κυριος αγαπαν αυτους και εξελεξατο το σπερμα αυτων μετ' αυτους υμας παρα παντα τα εθνη κατα την ημεραν ταυτην

10:16 και περιτεμεισθε την σκληροκαρδιαν υμων και τον τραχηλον υμων ου σκληρυνειτε ετι

10:17 ο γαρ κυριος ο θεος υμων ουτος θεος των θεων και κυριος των κυριων ο θεος ο μεγας και ισχυρος και ο φοβερος οστις ου θαυμαζει προσωπον ουδ' ου μη λαβη δωρον

10:18 ποιων κρισιν προσηλυτω και ορφανω και χηρα και αγαπα τον προσηλυτον δουναι αυτω αρτον και ιματιον

10:19 και αγαπησετε τον προσηλυτον προσηλυτοι γαρ ητε εν γη αιγυπτω

10:20 κυριον τον θεον σου φοβηθηση και αυτω λατρευσεις και προς αυτον κολληθηση και τω ονοματι αυτου ομη

10:21 ουτος καυχημα σου και ουτος θεος σου οστις εποιησεν εν σοι τα μεγαλα και τα ενδοξα ταυτα α ειδοσαν οι οφθαλμοι σου

10:22 εν εβδομηκοντα ψυχαις κατεβησαν οι πατερες σου εις αιγυπτον νυνι δε εποιησεν σε κυριος ο θεος σου ωσει τα αστρα του ουρανου τω πληθει

 

Created with FREE HTMLCompiler by BibleDatabase