HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Deuteronomy 11

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34]

11:1 και αγαπησεις κυριον τον θεον σου και φυλαξη τα φυλαγματα αυτου και τα δικαιωματα αυτου και τας κρισεις αυτου πασας τας ημερας

11:2 και γνωσεσθε σημερον οτι ουχι τα παιδια υμων οσοι ουκ οιδασιν ουδε ειδοσαν την παιδειαν κυριου του θεου σου και τα μεγαλεια αυτου και την χειρα την κραταιαν και τον βραχιονα τον υψηλον

11:3 και τα σημεια αυτου και τα τερατα αυτου οσα εποιησεν εν μεσω αιγυπτου φαραω βασιλει αιγυπτου και παση τη γη αυτου

11:4 και οσα εποιησεν την δυναμιν των αιγυπτιων τα αρματα αυτων και την ιππον αυτων ως επεκλυσεν το υδωρ της θαλασσης της ερυθρας επι προσωπου αυτων καταδιωκοντων αυτων εκ των οπισω υμων και απωλεσεν αυτους κυριος εως της σημερον ημερας

11:5 και οσα εποιησεν υμιν εν τη ερημω εως ηλθετε εις τον τοπον τουτον

11:6 και οσα εποιησεν τω δαθαν και αβιρων υιοις ελιαβ υιου ρουβην ους ανοιξασα η γη το στομα αυτης κατεπιεν αυτους και τους οικους αυτων και τας σκηνας αυτων και πασαν αυτων την υποστασιν την μετ' αυτων εν μεσω παντος ισραηλ

11:7 οτι οι οφθαλμοι υμων εωρακαν παντα τα εργα κυριου τα μεγαλα οσα εποιησεν υμιν σημερον

11:8 και φυλαξεσθε πασας τας εντολας αυτου οσας εγω εντελλομαι σοι σημερον ινα ζητε και πολυπλασιασθητε και εισελθοντες κληρονομησητε την γην εις ην υμεις διαβαινετε τον ιορδανην εκει κληρονομησαι αυτην

11:9 ινα μακροημερευσητε επι της γης ης ωμοσεν κυριος τοις πατρασιν υμων δουναι αυτοις και τω σπερματι αυτων μετ' αυτους γην ρεουσαν γαλα και μελι

11:10 εστιν γαρ η γη εις ην εισπορευη εκει κληρονομησαι αυτην ουχ ωσπερ η γη αιγυπτου εστιν οθεν εκπεπορευσθε εκειθεν οταν σπειρωσιν τον σπορον και ποτιζωσιν τοις ποσιν ωσει κηπον λαχανειας

11:11 η δε γη εις ην εισπορευη εκει κληρονομησαι αυτην γη ορεινη και πεδινη εκ του υετου του ουρανου πιεται υδωρ

11:12 γη ην κυριος ο θεος σου επισκοπειται αυτην δια παντος οι οφθαλμοι κυριου του θεου σου επ' αυτης απ' αρχης του ενιαυτου και εως συντελειας του ενιαυτου

11:13 εαν δε ακοη εισακουσητε πασας τας εντολας αυτου οσας εγω εντελλομαι σοι σημερον αγαπαν κυριον τον θεον σου και λατρευειν αυτω εξ ολης της καρδιας σου και εξ ολης της ψυχης σου

11:14 και δωσει τον υετον τη γη σου καθ' ωραν προιμον και οψιμον και εισοισεις τον σιτον σου και τον οινον σου και το ελαιον σου

11:15 και δωσει χορτασματα εν τοις αγροις σου τοις κτηνεσιν σου και φαγων και εμπλησθεις

11:16 προσεχε σεαυτω μη πλατυνθη η καρδια σου και παραβητε και λατρευσητε θεοις ετεροις και προσκυνησητε αυτοις

11:17 και θυμωθεις οργη κυριος εφ' υμιν και συσχη τον ουρανον και ουκ εσται υετος και η γη ου δωσει τον καρπον αυτης και απολεισθε εν ταχει απο της γης της αγαθης ης εδωκεν ο κυριος υμιν

11:18 και εμβαλειτε τα ρηματα ταυτα εις την καρδιαν υμων και εις την ψυχην υμων και αφαψετε αυτα εις σημειον επι της χειρος υμων και εσται ασαλευτον προ οφθαλμων υμων

11:19 και διδαξετε αυτα τα τεκνα υμων λαλειν αυτα καθημενους εν οικω και πορευομενους εν οδω και κοιταζομενους και διανισταμενους

11:20 και γραψετε αυτα επι τας φλιας των οικιων υμων και των πυλων υμων

11:21 ινα πολυημερευσητε και αι ημεραι των υιων υμων επι της γης ης ωμοσεν κυριος τοις πατρασιν υμων δουναι αυτοις καθως αι ημεραι του ουρανου επι της γης

11:22 και εσται εαν ακοη ακουσητε πασας τας εντολας ταυτας οσας εγω εντελλομαι σοι σημερον ποιειν αγαπαν κυριον τον θεον ημων και πορευεσθαι εν πασαις ταις οδοις αυτου και προσκολλασθαι αυτω

11:23 και εκβαλει κυριος παντα τα εθνη ταυτα απο προσωπου υμων και κληρονομησετε εθνη μεγαλα και ισχυροτερα μαλλον η υμεις

11:24 παντα τον τοπον ου εαν πατηση το ιχνος του ποδος υμων υμιν εσται απο της ερημου και αντιλιβανου και απο του ποταμου του μεγαλου ποταμου ευφρατου και εως της θαλασσης της επι δυσμων εσται τα ορια σου

11:25 ουκ αντιστησεται ουδεις κατα προσωπον υμων τον τρομον υμων και τον φοβον υμων επιθησει κυριος ο θεος υμων επι προσωπον πασης της γης εφ' ης εαν επιβητε επ' αυτης ον τροπον ελαλησεν κυριος προς υμας

11:26 ιδου εγω διδωμι ενωπιον υμων σημερον ευλογιαν και καταραν

11:27 την ευλογιαν εαν ακουσητε τας εντολας κυριου του θεου υμων ας εγω εντελλομαι υμιν σημερον

11:28 και τας καταρας εαν μη ακουσητε τας εντολας κυριου του θεου υμων οσας εγω εντελλομαι υμιν σημερον και πλανηθητε απο της οδου ης ενετειλαμην υμιν πορευθεντες λατρευειν θεοις ετεροις ους ουκ οιδατε

11:29 και εσται οταν εισαγαγη σε κυριος ο θεος σου εις την γην εις ην διαβαινεις εκει κληρονομησαι αυτην και δωσεις την ευλογιαν επ' ορος γαριζιν και την καταραν επ' ορος γαιβαλ

11:30 ουκ ιδου ταυτα περαν του ιορδανου οπισω οδον δυσμων ηλιου εν γη χανααν το κατοικουν επι δυσμων εχομενον του γολγολ πλησιον της δρυος της υψηλης

11:31 υμεις γαρ διαβαινετε τον ιορδανην εισελθοντες κληρονομησαι την γην ην κυριος ο θεος υμων διδωσιν υμιν εν κληρω πασας τας ημερας και κληρονομησετε αυτην και κατοικησετε εν αυτη

11:32 και φυλαξεσθε του ποιειν παντα τα προσταγματα αυτου και τας κρισεις ταυτας οσας εγω διδωμι ενωπιον υμων σημερον

 

Created with FREE HTMLCompiler by BibleDatabase