HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Deuteronomy 19

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34]

19:1 εαν δε αφανιση κυριος ο θεος σου τα εθνη α ο θεος σου διδωσιν σοι την γην αυτων και κατακληρονομησητε αυτους και κατοικησητε εν ταις πολεσιν αυτων και εν τοις οικοις αυτων

19:2 τρεις πολεις διαστελεις σεαυτω εν μεσω της γης σου ης κυριος ο θεος σου διδωσιν σοι

19:3 στοχασαι σοι την οδον και τριμεριεις τα ορια της γης σου ην καταμεριζει σοι κυριος ο θεος σου και εσται καταφυγη εκει παντι φονευτη

19:4 τουτο δε εσται το προσταγμα του φονευτου ος αν φυγη εκει και ζησεται ος αν παταξη τον πλησιον αυτου ακουσιως και ουτος ου μισων αυτον προ της εχθες και προ της τριτης

19:5 και ος αν εισελθη μετα του πλησιον εις τον δρυμον συναγαγειν ξυλα και εκκρουσθη η χειρ αυτου τη αξινη κοπτοντος το ξυλον και εκπεσον το σιδηριον απο του ξυλου τυχη του πλησιον και αποθανη ουτος καταφευξεται εις μιαν των πολεων τουτων και ζησεται

19:6 ινα μη διωξας ο αγχιστευων του αιματος οπισω του φονευσαντος οτι παρατεθερμανται τη καρδια και καταλαβη αυτον εαν μακροτερα η η οδος και παταξη αυτου την ψυχην και αποθανη και τουτω ουκ εστιν κρισις θανατου οτι ου μισων ην αυτον προ της εχθες και προ της τριτης

19:7 δια τουτο εγω σοι εντελλομαι το ρημα τουτο λεγων τρεις πολεις διαστελεις σεαυτω

19:8 εαν δε εμπλατυνη κυριος ο θεος σου τα ορια σου ον τροπον ωμοσεν τοις πατρασιν σου και δω σοι κυριος πασαν την γην ην ειπεν δουναι τοις πατρασιν σου

19:9 εαν ακουσης ποιειν πασας τας εντολας ταυτας ας εγω εντελλομαι σοι σημερον αγαπαν κυριον τον θεον σου πορευεσθαι εν πασαις ταις οδοις αυτου πασας τας ημερας και προσθησεις σεαυτω ετι τρεις πολεις προς τας τρεις ταυτας

19:10 και ουκ εκχυθησεται αιμα αναιτιον εν τη γη σου η κυριος ο θεος σου διδωσιν σοι εν κληρω και ουκ εσται εν σοι αιματι ενοχος

19:11 εαν δε γενηται ανθρωπος μισων τον πλησιον και ενεδρευση αυτον και επαναστη επ' αυτον και παταξη αυτου ψυχην και απεθανη και φυγη εις μιαν των πολεων τουτων

19:12 και αποστελουσιν η γερουσια της πολεως αυτου και λημψονται αυτον εκειθεν και παραδωσουσιν αυτον εις χειρας τω αγχιστευοντι του αιματος και αποθανειται

19:13 ου φεισεται ο οφθαλμος σου επ' αυτω και καθαριεις το αιμα το αναιτιον εξ ισραηλ και ευ σοι εσται

19:14 ου μετακινησεις ορια του πλησιον σου α εστησαν οι πατερες σου εν τη κληρονομια σου η κατεκληρονομηθης εν τη γη η κυριος ο θεος σου διδωσιν σοι εν κληρω

19:15 ουκ εμμενει μαρτυς εις μαρτυρησαι κατα ανθρωπου κατα πασαν αδικιαν και κατα παν αμαρτημα και κατα πασαν αμαρτιαν ην αν αμαρτη επι στοματος δυο μαρτυρων και επι στοματος τριων μαρτυρων σταθησεται παν ρημα

19:16 εαν δε καταστη μαρτυς αδικος κατα ανθρωπου καταλεγων αυτου ασεβειαν

19:17 και στησονται οι δυο ανθρωποι οις εστιν αυτοις η αντιλογια εναντι κυριου και εναντι των ιερεων και εναντι των κριτων οι εαν ωσιν εν ταις ημεραις εκειναις

19:18 και εξετασωσιν οι κριται ακριβως και ιδου μαρτυς αδικος εμαρτυρησεν αδικα αντεστη κατα του αδελφου αυτου

19:19 και ποιησετε αυτω ον τροπον επονηρευσατο ποιησαι κατα του αδελφου αυτου και εξαρεις τον πονηρον εξ υμων αυτων

19:20 και οι επιλοιποι ακουσαντες φοβηθησονται και ου προσθησουσιν ετι ποιησαι κατα το ρημα το πονηρον τουτο εν υμιν

19:21 ου φεισεται ο οφθαλμος σου επ' αυτω ψυχην αντι ψυχης οφθαλμον αντι οφθαλμου οδοντα αντι οδοντος χειρα αντι χειρος ποδα αντι ποδος

 

Created with FREE HTMLCompiler by BibleDatabase