HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Deuteronomy 21

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34]

21:1 εαν δε ευρεθη τραυματιας εν τη γη η κυριος ο θεος σου διδωσιν σοι κληρονομησαι πεπτωκως εν τω πεδιω και ουκ οιδασιν τον παταξαντα

21:2 εξελευσεται η γερουσια σου και οι κριται σου και εκμετρησουσιν επι τας πολεις τας κυκλω του τραυματιου

21:3 και εσται η πολις η εγγιζουσα τω τραυματια και λημψεται η γερουσια της πολεως εκεινης δαμαλιν εκ βοων ητις ουκ ειργασται και ητις ουχ ειλκυσεν ζυγον

21:4 και καταβιβασουσιν η γερουσια της πολεως εκεινης την δαμαλιν εις φαραγγα τραχειαν ητις ουκ ειργασται ουδε σπειρεται και νευροκοπησουσιν την δαμαλιν εν τη φαραγγι

21:5 και προσελευσονται οι ιερεις οι λευιται οτι αυτους επελεξεν κυριος ο θεος σου παρεστηκεναι αυτω και ευλογειν επι τω ονοματι αυτου και επι τω στοματι αυτων εσται πασα αντιλογια και πασα αφη

21:6 και πασα η γερουσια της πολεως εκεινης οι εγγιζοντες τω τραυματια νιψονται τας χειρας επι την κεφαλην της δαμαλεως της νενευροκοπημενης εν τη φαραγγι

21:7 και αποκριθεντες ερουσιν αι χειρες ημων ουκ εξεχεαν το αιμα τουτο και οι οφθαλμοι ημων ουχ εωρακασιν

21:8 ιλεως γενου τω λαω σου ισραηλ ους ελυτρωσω κυριε εκ γης αιγυπτου ινα μη γενηται αιμα αναιτιον εν τω λαω σου ισραηλ και εξιλασθησεται αυτοις το αιμα

21:9 συ δε εξαρεις το αιμα το αναιτιον εξ υμων αυτων εαν ποιησης το καλον και το αρεστον εναντι κυριου του θεου σου

21:10 εαν δε εξελθων εις πολεμον επι τους εχθρους σου και παραδω σοι κυριος ο θεος σου εις τας χειρας σου και προνομευσεις την προνομην αυτων

21:11 και ιδης εν τη προνομη γυναικα καλην τω ειδει και ενθυμηθης αυτης και λαβης αυτην σαυτω γυναικα

21:12 και εισαξεις αυτην ενδον εις την οικιαν σου και ξυρησεις την κεφαλην αυτης και περιονυχιεις αυτην

21:13 και περιελεις τα ιματια της αιχμαλωσιας αυτης απ' αυτης και καθιεται εν τη οικια σου και κλαυσεται τον πατερα και την μητερα μηνος ημερας και μετα ταυτα εισελευση προς αυτην και συνοικισθηση αυτη και εσται σου γυνη

21:14 και εσται εαν μη θελης αυτην εξαποστελεις αυτην ελευθεραν και πρασει ου πραθησεται αργυριου ουκ αθετησεις αυτην διοτι εταπεινωσας αυτην

21:15 εαν δε γενωνται ανθρωπω δυο γυναικες μια αυτων ηγαπημενη και μια αυτων μισουμενη και τεκωσιν αυτω η ηγαπημενη και η μισουμενη και γενηται υιος πρωτοτοκος της μισουμενης

21:16 και εσται η αν ημερα κατακληροδοτη τοις υιοις αυτου τα υπαρχοντα αυτου ου δυνησεται πρωτοτοκευσαι τω υιω της ηγαπημενης υπεριδων τον υιον της μισουμενης τον πρωτοτοκον

21:17 αλλα τον πρωτοτοκον υιον της μισουμενης επιγνωσεται δουναι αυτω διπλα απο παντων ων αν ευρεθη αυτω οτι ουτος εστιν αρχη τεκνων αυτου και τουτω καθηκει τα πρωτοτοκια

21:18 εαν δε τινι η υιος απειθης και ερεθιστης ουχ υπακουων φωνην πατρος και φωνην μητρος και παιδευσωσιν αυτον και μη εισακουη αυτων

21:19 και συλλαβοντες αυτον ο πατηρ αυτου και η μητηρ αυτου και εξαξουσιν αυτον επι την γερουσιαν της πολεως αυτου και επι την πυλην του τοπου αυτου

21:20 και ερουσιν τοις ανδρασιν της πολεως αυτων ο υιος ημων ουτος απειθει και ερεθιζει ουχ υπακουει της φωνης ημων συμβολοκοπων οινοφλυγει

21:21 και λιθοβολησουσιν αυτον οι ανδρες της πολεως αυτου εν λιθοις και αποθανειται και εξαρεις τον πονηρον εξ υμων αυτων και οι επιλοιποι ακουσαντες φοβηθησονται

21:22 εαν δε γενηται εν τινι αμαρτια κριμα θανατου και αποθανη και κρεμασητε αυτον επι ξυλου

21:23 ουκ επικοιμηθησεται το σωμα αυτου επι του ξυλου αλλα ταφη θαψετε αυτον εν τη ημερα εκεινη οτι κεκατηραμενος υπο θεου πας κρεμαμενος επι ξυλου και ου μιανειτε την γην ην κυριος ο θεος σου διδωσιν σοι εν κληρω

 

Created with FREE HTMLCompiler by BibleDatabase