HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Deuteronomy 22

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34]

22:1 μη ιδων τον μοσχον του αδελφου σου η το προβατον αυτου πλανωμενα εν τη οδω υπεριδης αυτα αποστροφη αποστρεψεις αυτα τω αδελφω σου και αποδωσεις αυτω

22:2 εαν δε μη εγγιζη ο αδελφος σου προς σε μηδε επιστη αυτον συναξεις αυτα ενδον εις την οικιαν σου και εσται μετα σου εως αν ζητηση αυτα ο αδελφος σου και αποδωσεις αυτω

22:3 ουτως ποιησεις τον ονον αυτου και ουτως ποιησεις το ιματιον αυτου και ουτως ποιησεις κατα πασαν απωλειαν του αδελφου σου οσα εαν αποληται παρ' αυτου και ευρης ου δυνηση υπεριδειν

22:4 ουκ οψη τον ονον του αδελφου σου η τον μοσχον αυτου πεπτωκοτας εν τη οδω μη υπεριδης αυτους ανιστων αναστησεις μετ' αυτου

22:5 ουκ εσται σκευη ανδρος επι γυναικι ουδε μη ενδυσηται ανηρ στολην γυναικειαν οτι βδελυγμα κυριω τω θεω σου εστιν πας ποιων ταυτα

22:6 εαν δε συναντησης νοσσια ορνεων προ προσωπου σου εν τη οδω η επι παντι δενδρει η επι της γης νεοσσοις η ωοις και η μητηρ θαλπη επι των νεοσσων η επι των ωων ου λημψη την μητερα μετα των τεκνων

22:7 αποστολη αποστελεις την μητερα τα δε παιδια λημψη σεαυτω ινα ευ σοι γενηται και πολυημερος εση

22:8 εαν δε οικοδομησης οικιαν καινην και ποιησεις στεφανην τω δωματι σου και ου ποιησεις φονον εν τη οικια σου εαν πεση ο πεσων απ' αυτου

22:9 ου κατασπερεις τον αμπελωνα σου διαφορον ινα μη αγιασθη το γενημα και το σπερμα ο εαν σπειρης μετα του γενηματος του αμπελωνος σου

22:10 ουκ αροτριασεις εν μοσχω και ονω επι το αυτο

22:11 ουκ ενδυση κιβδηλον ερια και λινον εν τω αυτω

22:12 στρεπτα ποιησεις σεαυτω επι των τεσσαρων κρασπεδων των περιβολαιων σου α εαν περιβαλη εν αυτοις

22:13 εαν δε τις λαβη γυναικα και συνοικηση αυτη και μισηση αυτην

22:14 και επιθη αυτη προφασιστικους λογους και κατενεγκη αυτης ονομα πονηρον και λεγη την γυναικα ταυτην ειληφα και προσελθων αυτη ουχ ευρηκα αυτης παρθενια

22:15 και λαβων ο πατηρ της παιδος και η μητηρ εξοισουσιν τα παρθενια της παιδος προς την γερουσιαν επι την πυλην

22:16 και ερει ο πατηρ της παιδος τη γερουσια την θυγατερα μου ταυτην δεδωκα τω ανθρωπω τουτω γυναικα και μισησας αυτην

22:17 αυτος νυν επιτιθησιν αυτη προφασιστικους λογους λεγων ουχ ευρηκα τη θυγατρι σου παρθενια και ταυτα τα παρθενια της θυγατρος μου και αναπτυξουσιν το ιματιον εναντιον της γερουσιας της πολεως

22:18 και λημψεται η γερουσια της πολεως εκεινης τον ανθρωπον εκεινον και παιδευσουσιν αυτον

22:19 και ζημιωσουσιν αυτον εκατον σικλους και δωσουσιν τω πατρι της νεανιδος οτι εξηνεγκεν ονομα πονηρον επι παρθενον ισραηλιτιν και αυτου εσται γυνη ου δυνησεται εξαποστειλαι αυτην τον απαντα χρονον

22:20 εαν δε επ' αληθειας γενηται ο λογος ουτος και μη ευρεθη παρθενια τη νεανιδι

22:21 και εξαξουσιν την νεανιν επι τας θυρας οικου πατρος αυτης και λιθοβολησουσιν αυτην οι ανδρες της πολεως αυτης εν λιθοις και αποθανειται οτι εποιησεν αφροσυνην εν υιοις ισραηλ εκπορνευσαι τον οικον του πατρος αυτης και εξαρεις τον πονηρον εξ υμων αυτων

22:22 εαν δε ευρεθη ανθρωπος κοιμωμενος μετα γυναικος συνωκισμενης ανδρι αποκτενειτε αμφοτερους τον ανδρα τον κοιμωμενον μετα της γυναικος και την γυναικα και εξαρεις τον πονηρον εξ ισραηλ

22:23 εαν δε γενηται παις παρθενος μεμνηστευμενη ανδρι και ευρων αυτην ανθρωπος εν πολει κοιμηθη μετ' αυτης

22:24 εξαξετε αμφοτερους επι την πυλην της πολεως αυτων και λιθοβοληθησονται εν λιθοις και αποθανουνται την νεανιν οτι ουκ εβοησεν εν τη πολει και τον ανθρωπον οτι εταπεινωσεν την γυναικα του πλησιον και εξαρεις τον πονηρον εξ υμων αυτων

22:25 εαν δε εν πεδιω ευρη ανθρωπος την παιδα την μεμνηστευμενην και βιασαμενος κοιμηθη μετ' αυτης αποκτενειτε τον ανθρωπον τον κοιμωμενον μετ' αυτης μονον

22:26 και τη νεανιδι ου ποιησετε ουδεν ουκ εστιν τη νεανιδι αμαρτημα θανατου οτι ως ει τις επαναστη ανθρωπος επι τον πλησιον και φονευση αυτου ψυχην ουτως το πραγμα τουτο

22:27 οτι εν τω αγρω ευρεν αυτην εβοησεν η νεανις η μεμνηστευμενη και ο βοηθησων ουκ ην αυτη

22:28 εαν δε τις ευρη την παιδα την παρθενον ητις ου μεμνηστευται και βιασαμενος κοιμηθη μετ' αυτης και ευρεθη

22:29 δωσει ο ανθρωπος ο κοιμηθεις μετ' αυτης τω πατρι της νεανιδος πεντηκοντα διδραχμα αργυριου και αυτου εσται γυνη ανθ' ων εταπεινωσεν αυτην ου δυνησεται εξαποστειλαι αυτην τον απαντα χρονον

 

Created with FREE HTMLCompiler by BibleDatabase