HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Deuteronomy 23

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34]

23:1 ου λημψεται ανθρωπος την γυναικα του πατρος αυτου και ουκ αποκαλυψει συγκαλυμμα του πατρος αυτου

23:2 ουκ εισελευσεται θλαδιας και αποκεκομμενος εις εκκλησιαν κυριου

23:3 ουκ εισελευσεται εκ πορνης εις εκκλησιαν κυριου

23:4 ουκ εισελευσεται αμμανιτης και μωαβιτης εις εκκλησιαν κυριου και εως δεκατης γενεας ουκ εισελευσεται εις εκκλησιαν κυριου και εως εις τον αιωνα

23:5 παρα το μη συναντησαι αυτους υμιν μετα αρτων και υδατος εν τη οδω εκπορευομενων υμων εξ αιγυπτου και οτι εμισθωσαντο επι σε τον βαλααμ υιον βεωρ εκ της μεσοποταμιας καταρασασθαι σε

23:6 και ουκ ηθελησεν κυριος ο θεος σου εισακουσαι του βαλααμ και μετεστρεψεν κυριος ο θεος σου τας καταρας εις ευλογιαν οτι ηγαπησεν σε κυριος ο θεος σου

23:7 ου προσαγορευσεις ειρηνικα αυτοις και συμφεροντα αυτοις πασας τας ημερας σου εις τον αιωνα

23:8 ου βδελυξη ιδουμαιον οτι αδελφος σου εστιν ου βδελυξη αιγυπτιον οτι παροικος εγενου εν τη γη αυτου

23:9 υιοι εαν γενηθωσιν αυτοις γενεα τριτη εισελευσονται εις εκκλησιαν κυριου

23:10 εαν δε εξελθης παρεμβαλειν επι τους εχθρους σου και φυλαξη απο παντος ρηματος πονηρου

23:11 εαν η εν σοι ανθρωπος ος ουκ εσται καθαρος εκ ρυσεως αυτου νυκτος και εξελευσεται εξω της παρεμβολης και ουκ εισελευσεται εις την παρεμβολην

23:12 και εσται το προς εσπεραν λουσεται το σωμα αυτου υδατι και δεδυκοτος ηλιου εισελευσεται εις την παρεμβολην

23:13 και τοπος εσται σοι εξω της παρεμβολης και εξελευση εκει εξω

23:14 και πασσαλος εσται σοι επι της ζωνης σου και εσται οταν διακαθιζανης εξω και ορυξεις εν αυτω και επαγαγων καλυψεις την ασχημοσυνην σου εν αυτω

23:15 οτι κυριος ο θεος σου εμπεριπατει εν τη παρεμβολη σου εξελεσθαι σε και παραδουναι τον εχθρον σου προ προσωπου σου και εσται η παρεμβολη σου αγια και ουκ οφθησεται εν σοι ασχημοσυνη πραγματος και αποστρεψει απο σου

23:16 ου παραδωσεις παιδα τω κυριω αυτου ος προστεθειται σοι παρα του κυριου αυτου

23:17 μετα σου κατοικησει εν υμιν κατοικησει εν παντι τοπω ου εαν αρεση αυτω ου θλιψεις αυτον

23:18 ουκ εσται πορνη απο θυγατερων ισραηλ και ουκ εσται πορνευων απο υιων ισραηλ ουκ εσται τελεσφορος απο θυγατερων ισραηλ και ουκ εσται τελισκομενος απο υιων ισραηλ

23:19 ου προσοισεις μισθωμα πορνης ουδε αλλαγμα κυνος εις τον οικον κυριου του θεου σου προς πασαν ευχην οτι βδελυγμα κυριω τω θεω σου εστιν και αμφοτερα

23:20 ουκ εκτοκιεις τω αδελφω σου τοκον αργυριου και τοκον βρωματων και τοκον παντος πραγματος ου αν εκδανεισης

23:21 τω αλλοτριω εκτοκιεις τω δε αδελφω σου ουκ εκτοκιεις ινα ευλογηση σε κυριος ο θεος σου εν πασι τοις εργοις σου επι της γης εις ην εισπορευη εκει κληρονομησαι αυτην

23:22 εαν δε ευξη ευχην κυριω τω θεω σου ου χρονιεις αποδουναι αυτην οτι εκζητων εκζητησει κυριος ο θεος σου παρα σου και εσται εν σοι αμαρια

23:23 εαν δε μη θελης ευξασθαι ουκ εστιν εν σοι αμαρτια

23:24 τα εκπορευομενα δια των χειλεων σου φυλαξη και ποιησεις ον τροπον ευξω κυριω τω θεω σου δομα ο ελαλησας τω στοματι σου

23:25 εαν δε εισελθης εις αμητον του πλησιον σου και συλλεξεις εν ταις χερσιν σου σταχυς και δρεπανον ου μη επιβαλης επι τον αμητον του πλησιον σου

23:26 εαν δε εισελθης εις τον αμπελωνα του πλησιον σου φαγη σταφυλην οσον ψυχην σου εμπλησθηναι εις δε αγγος ουκ εμβαλεις

 

Created with FREE HTMLCompiler by BibleDatabase