HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Deuteronomy 25

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34]

25:1 εαν δε γενηται αντιλογια ανα μεσον ανθρωπων και προσελθωσιν εις κρισιν και κρινωσιν και δικαιωσωσιν τον δικαιον και καταγνωσιν του ασεβους

25:2 και εσται εαν αξιος η πληγων ο ασεβων και καθιεις αυτον εναντι των κριτων και μαστιγωσουσιν αυτον εναντιον αυτων κατα την ασεβειαν αυτου αριθμω

25:3 τεσσαρακοντα μαστιγωσουσιν αυτον ου προσθησουσιν εαν δε προσθωσιν μαστιγωσαι αυτον υπερ ταυτας τας πληγας πλειους ασχημονησει ο αδελφος σου εναντιον σου

25:4 ου φιμωσεις βουν αλοωντα

25:5 εαν δε κατοικωσιν αδελφοι επι το αυτο και αποθανη εις εξ αυτων σπερμα δε μη η αυτω ουκ εσται η γυνη του τεθνηκοτος εξω ανδρι μη εγγιζοντι ο αδελφος του ανδρος αυτης εισελευσεται προς αυτην και λημψεται αυτην εαυτω γυναικα και συνοικησει αυτη

25:6 και εσται το παιδιον ο εαν τεκη κατασταθησεται εκ του ονοματος του τετελευτηκοτος και ουκ εξαλειφθησεται το ονομα αυτου εξ ισραηλ

25:7 εαν δε μη βουληται ο ανθρωπος λαβειν την γυναικα του αδελφου αυτου και αναβησεται η γυνη επι την πυλην επι την γερουσιαν και ερει ου θελει ο αδελφος του ανδρος μου αναστησαι το ονομα του αδελφου αυτου εν ισραηλ ουκ ηθελησεν ο αδελφος του ανδρος μου

25:8 και καλεσουσιν αυτον η γερουσια της πολεως αυτου και ερουσιν αυτω και στας ειπη ου βουλομαι λαβειν αυτην

25:9 και προσελθουσα η γυνη του αδελφου αυτου εναντι της γερουσιας και υπολυσει το υποδημα αυτου το εν απο του ποδος αυτου και εμπτυσεται εις το προσωπον αυτου και αποκριθεισα ερει ουτως ποιησουσιν τω ανθρωπω ος ουκ οικοδομησει τον οικον του αδελφου αυτου

25:10 και κληθησεται το ονομα αυτου εν ισραηλ οικος του υπολυθεντος το υποδημα

25:11 εαν δε μαχωνται ανθρωποι επι το αυτο ανθρωπος μετα του αδελφου αυτου και προσελθη γυνη ενος αυτων εξελεσθαι τον ανδρα αυτης εκ χειρος του τυπτοντος αυτον και εκτεινασα την χειρα επιλαβηται των διδυμων αυτου

25:12 αποκοψεις την χειρα αυτης ου φεισεται ο οφθαλμος σου επ' αυτη

25:13 ουκ εσται εν τω μαρσιππω σου σταθμιον και σταθμιον μεγα η μικρον

25:14 ουκ εσται εν τη οικια σου μετρον και μετρον μεγα η μικρον

25:15 σταθμιον αληθινον και δικαιον εσται σοι και μετρον αληθινον και δικαιον εσται σοι ινα πολυημερος γενη επι της γης ης κυριος ο θεος σου διδωσιν σοι εν κληρω

25:16 οτι βδελυγμα κυριω τω θεω σου πας ποιων ταυτα πας ποιων αδικον

25:17 μνησθητι οσα εποιησεν σοι αμαληκ εν τη οδω εκπορευομενου σου εξ αιγυπτου

25:18 πως αντεστη σοι εν τη οδω και εκοψεν σου την ουραγιαν τους κοπιωντας οπισω σου συ δε επεινας και εκοπιας και ουκ εφοβηθη τον θεον

25:19 και εσται ηνικα εαν καταπαυση σε κυριος ο θεος σου απο παντων των εχθρων σου των κυκλω σου εν τη γη η κυριος ο θεος σου διδωσιν σοι εν κληρω κατακληρονομησαι εξαλειψεις το ονομα αμαληκ εκ της υπο τον ουρανον και ου μη επιλαθη

 

Created with FREE HTMLCompiler by BibleDatabase