HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Deuteronomy 27

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34]

27:1 και προσεταξεν μωυσης και η γερουσια ισραηλ λεγων φυλασσεσθε πασας τας εντολας ταυτας οσας εγω εντελλομαι υμιν σημερον

27:2 και εσται η αν ημερα διαβητε τον ιορδανην εις την γην ην κυριος ο θεος σου διδωσιν σοι και στησεις σεαυτω λιθους μεγαλους και κονιασεις αυτους κονια

27:3 και γραψεις επι των λιθων παντας τους λογους του νομου τουτου ως αν διαβητε τον ιορδανην ηνικα εαν εισελθητε εις την γην ην κυριος ο θεος των πατερων σου διδωσιν σοι γην ρεουσαν γαλα και μελι ον τροπον ειπεν κυριος ο θεος των πατερων σου σοι

27:4 και εσται ως αν διαβητε τον ιορδανην στησετε τους λιθους τουτους ους εγω εντελλομαι σοι σημερον εν ορει γαιβαλ και κονιασεις αυτους κονια

27:5 και οικοδομησεις εκει θυσιαστηριον κυριω τω θεω σου θυσιαστηριον εκ λιθων ουκ επιβαλεις επ' αυτους σιδηρον

27:6 λιθους ολοκληρους οικοδομησεις θυσιαστηριον κυριω τω θεω σου και ανοισεις επ' αυτο ολοκαυτωματα κυριω τω θεω σου

27:7 και θυσεις εκει θυσιαν σωτηριου κυριω τω θεω σου και φαγη και εμπλησθηση και ευφρανθηση εναντιον κυριου του θεου σου

27:8 και γραψεις επι των λιθων παντα τον νομον τουτον σαφως σφοδρα

27:9 και ελαλησεν μωυσης και οι ιερεις οι λευιται παντι ισραηλ λεγοντες σιωπα και ακουε ισραηλ εν τη ημερα ταυτη γεγονας εις λαον κυριω τω θεω σου

27:10 και εισακουση της φωνης κυριου του θεου σου και ποιησεις πασας τας εντολας αυτου και τα δικαιωματα αυτου οσα εγω εντελλομαι σοι σημερον

27:11 και ενετειλατο μωυσης τω λαω εν τη ημερα εκεινη λεγων

27:12 ουτοι στησονται ευλογειν τον λαον εν ορει γαριζιν διαβαντες τον ιορδανην συμεων λευι ιουδας ισσαχαρ ιωσηφ και βενιαμιν

27:13 και ουτοι στησονται επι της καταρας εν ορει γαιβαλ ρουβην γαδ και ασηρ ζαβουλων δαν και νεφθαλι

27:14 και αποκριθεντες οι λευιται ερουσιν παντι ισραηλ φωνη μεγαλη

27:15 επικαταρατος ανθρωπος οστις ποιησει γλυπτον και χωνευτον βδελυγμα κυριω εργον χειρων τεχνιτου και θησει αυτο εν αποκρυφω και αποκριθεις πας ο λαος ερουσιν γενοιτο

27:16 επικαταρατος ο ατιμαζων πατερα αυτου η μητερα αυτου και ερουσιν πας ο λαος γενοιτο

27:17 επικαταρατος ο μετατιθεις ορια του πλησιον και ερουσιν πας ο λαος γενοιτο

27:18 επικαταρατος ο πλανων τυφλον εν οδω και ερουσιν πας ο λαος γενοιτο

27:19 επικαταρατος ος αν εκκλινη κρισιν προσηλυτου και ορφανου και χηρας και ερουσιν πας ο λαος γενοιτο

27:20 επικαταρατος ο κοιμωμενος μετα γυναικος του πατρος αυτου οτι απεκαλυψεν συγκαλυμμα του πατρος αυτου και ερουσιν πας ο λαος γενοιτο

27:21 επικαταρατος ο κοιμωμενος μετα παντος κτηνους και ερουσιν πας ο λαος γενοιτο

27:22 επικαταρατος ο κοιμωμενος μετα αδελφης εκ πατρος η εκ μητρος αυτου και ερουσιν πας ο λαος γενοιτο

27:23 επικαταρατος ο κοιμωμενος μετα πενθερας αυτου και ερουσιν πας ο λαος γενοιτο επικαταρατος ο κοιμωμενος μετα αδελφης γυναικος αυτου και ερουσιν πας ο λαος γενοιτο

27:24 επικαταρατος ο τυπτων τον πλησιον αυτου δολω και ερουσιν πας ο λαος γενοιτο

27:25 επικαταρατος ος αν λαβη δωρα παταξαι ψυχην αιματος αθωου και ερουσιν πας ο λαος γενοιτο

27:26 επικαταρατος πας ανθρωπος ος ουκ εμμενει εν πασιν τοις λογοις του νομου τουτου του ποιησαι αυτους και ερουσιν πας ο λαος γενοιτο

 

Created with FREE HTMLCompiler by BibleDatabase