HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Deuteronomy 30

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34]

30:1 και εσται ως αν ελθωσιν επι σε παντα τα ρηματα ταυτα η ευλογια και η καταρα ην εδωκα προ προσωπου σου και δεξη εις την καρδιαν σου εν πασιν τοις εθνεσιν ου εαν σε διασκορπιση κυριος εκει

30:2 και επιστραφηση επι κυριον τον θεον σου και υπακουση της φωνης αυτου κατα παντα οσα εγω εντελλομαι σοι σημερον εξ ολης της καρδιας σου και εξ ολης της ψυχης σου

30:3 και ιασεται κυριος τας αμαρτιας σου και ελεησει σε και παλιν συναξει σε εκ παντων των εθνων εις ους διεσκορπισεν σε κυριος εκει

30:4 εαν η η διασπορα σου απ' ακρου του ουρανου εως ακρου του ουρανου εκειθεν συναξει σε κυριος ο θεος σου και εκειθεν λημψεται σε κυριος ο θεος σου

30:5 και εισαξει σε κυριος ο θεος σου εις την γην ην εκληρονομησαν οι πατερες σου και κληρονομησεις αυτην και ευ σε ποιησει και πλεοναστον σε ποιησει υπερ τους πατερας σου

30:6 και περικαθαριει κυριος την καρδιαν σου και την καρδιαν του σπερματος σου αγαπαν κυριον τον θεον σου εξ ολης της καρδιας σου και εξ ολης της ψυχης σου ινα ζης συ

30:7 και δωσει κυριος ο θεος σου τας αρας ταυτας επι τους εχθρους σου και επι τους μισουντας σε οι εδιωξαν σε

30:8 και συ επιστραφηση και εισακουση της φωνης κυριου του θεου σου και ποιησεις τας εντολας αυτου οσας εγω εντελλομαι σοι σημερον

30:9 και πολυωρησει σε κυριος ο θεος σου εν παντι εργω των χειρων σου εν τοις εκγονοις της κοιλιας σου και εν τοις γενημασιν της γης σου και εν τοις εκγονοις των κτηνων σου οτι επιστρεψει κυριος ο θεος σου ευφρανθηναι επι σε εις αγαθα καθοτι ηυφρανθη επι τοις πατρασιν σου

30:10 εαν εισακουσης της φωνης κυριου του θεου σου φυλασσεσθαι και ποιειν πασας τας εντολας αυτου και τα δικαιωματα αυτου και τας κρισεις αυτου τας γεγραμμενας εν τω βιβλιω του νομου τουτου εαν επιστραφης επι κυριον τον θεον σου εξ ολης της καρδιας σου και εξ ολης της ψυχης σου

30:11 οτι η εντολη αυτη ην εγω εντελλομαι σοι σημερον ουχ υπερογκος εστιν ουδε μακραν απο σου

30:12 ουκ εν τω ουρανω ανω εστιν λεγων τις αναβησεται ημιν εις τον ουρανον και λημψεται αυτην ημιν και ακουσαντες αυτην ποιησομεν

30:13 ουδε περαν της θαλασσης εστιν λεγων τις διαπερασει ημιν εις το περαν της θαλασσης και λημψεται ημιν αυτην και ακουστην ημιν ποιησει αυτην και ποιησομεν

30:14 εστιν σου εγγυς το ρημα σφοδρα εν τω στοματι σου και εν τη καρδια σου και εν ταις χερσιν σου αυτο ποιειν

30:15 ιδου δεδωκα προ προσωπου σου σημερον την ζωην και τον θανατον το αγαθον και το κακον

30:16 εαν εισακουσης τας εντολας κυριου του θεου σου ας εγω εντελλομαι σοι σημερον αγαπαν κυριον τον θεον σου πορευεσθαι εν πασαις ταις οδοις αυτου φυλασσεσθαι τα δικαιωματα αυτου και τας κρισεις αυτου και ζησεσθε και πολλοι εσεσθε και ευλογησει σε κυριος ο θεος σου εν παση τη γη εις ην εισπορευη εκει κληρονομησαι αυτην

30:17 και εαν μεταστη η καρδια σου και μη εισακουσης και πλανηθεις προσκυνησης θεοις ετεροις και λατρευσης αυτοις

30:18 αναγγελλω σοι σημερον οτι απωλεια απολεισθε και ου μη πολυημεροι γενησθε επι της γης ης κυριος ο θεος σου διδωσιν σοι εις ην υμεις διαβαινετε τον ιορδανην εκει κληρονομησαι αυτην

30:19 διαμαρτυρομαι υμιν σημερον τον τε ουρανον και την γην την ζωην και τον θανατον δεδωκα προ προσωπου υμων την ευλογιαν και την καταραν εκλεξαι την ζωην ινα ζης συ και το σπερμα σου

30:20 αγαπαν κυριον τον θεον σου εισακουειν της φωνης αυτου και εχεσθαι αυτου οτι τουτο η ζωη σου και η μακροτης των ημερων σου κατοικειν σε επι της γης ης ωμοσεν κυριος τοις πατρασιν σου αβρααμ και ισαακ και ιακωβ δουναι αυτοις

 

Created with FREE HTMLCompiler by BibleDatabase