HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Deuteronomy 31

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34]

31:1 και συνετελεσεν μωυσης λαλων παντας τους λογους τουτους προς παντας υιους ισραηλ

31:2 και ειπεν προς αυτους εκατον και εικοσι ετων εγω ειμι σημερον ου δυνησομαι ετι εισπορευεσθαι και εκπορευεσθαι κυριος δε ειπεν προς με ου διαβηση τον ιορδανην τουτον

31:3 κυριος ο θεος σου ο προπορευομενος προ προσωπου σου αυτος εξολεθρευσει τα εθνη ταυτα απο προσωπου σου και κατακληρονομησεις αυτους και ιησους ο προπορευομενος προ προσωπου σου καθα ελαλησεν κυριος

31:4 και ποιησει κυριος αυτοις καθα εποιησεν σηων και ωγ τοις δυσι βασιλευσιν των αμορραιων οι ησαν περαν του ιορδανου και τη γη αυτων καθοτι εξωλεθρευσεν αυτους

31:5 και παρεδωκεν αυτους κυριος υμιν και ποιησετε αυτοις καθοτι ενετειλαμην υμιν

31:6 ανδριζου και ισχυε μη φοβου μηδε δειλια μηδε πτοηθης απο προσωπου αυτων οτι κυριος ο θεος σου ο προπορευομενος μεθ' υμων εν υμιν ου μη σε ανη ουτε μη σε εγκαταλιπη

31:7 και εκαλεσεν μωυσης ιησουν και ειπεν αυτω εναντι παντος ισραηλ ανδριζου και ισχυε συ γαρ εισελευση προ προσωπου του λαου τουτου εις την γην ην ωμοσεν κυριος τοις πατρασιν ημων δουναι αυτοις και συ κατακληρονομησεις αυτην αυτοις

31:8 και κυριος ο συμπορευομενος μετα σου ουκ ανησει σε ουδε μη εγκαταλιπη σε μη φοβου μηδε δειλια

31:9 και εγραψεν μωυσης τα ρηματα του νομου τουτου εις βιβλιον και εδωκεν τοις ιερευσιν τοις υιοις λευι τοις αιρουσιν την κιβωτον της διαθηκης κυριου και τοις πρεσβυτεροις των υιων ισραηλ

31:10 και ενετειλατο αυτοις μωυσης εν τη ημερα εκεινη λεγων μετα επτα ετη εν καιρω ενιαυτου αφεσεως εν εορτη σκηνοπηγιας

31:11 εν τω συμπορευεσθαι παντα ισραηλ οφθηναι ενωπιον κυριου του θεου σου εν τω τοπω ω αν εκλεξηται κυριος αναγνωσεσθε τον νομον τουτον εναντιον παντος ισραηλ εις τα ωτα αυτων

31:12 εκκλησιασας τον λαον τους ανδρας και τας γυναικας και τα εκγονα και τον προσηλυτον τον εν ταις πολεσιν υμων ινα ακουσωσιν και ινα μαθωσιν φοβεισθαι κυριον τον θεον υμων και ακουσονται ποιειν παντας τους λογους του νομου τουτου

31:13 και οι υιοι αυτων οι ουκ οιδασιν ακουσονται και μαθησονται φοβεισθαι κυριον τον θεον υμων πασας τας ημερας οσας αυτοι ζωσιν επι της γης εις ην υμεις διαβαινετε τον ιορδανην εκει κληρονομησαι αυτην

31:14 και ειπεν κυριος προς μωυσην ιδου ηγγικασιν αι ημεραι του θανατου σου καλεσον ιησουν και στητε παρα τας θυρας της σκηνης του μαρτυριου και εντελουμαι αυτω και επορευθη μωυσης και ιησους εις την σκηνην του μαρτυριου και εστησαν παρα τας θυρας της σκηνης του μαρτυριου

31:15 και κατεβη κυριος εν νεφελη και εστη παρα τας θυρας της σκηνης του μαρτυριου και εστη ο στυλος της νεφελης παρα τας θυρας της σκηνης

31:16 και ειπεν κυριος προς μωυσην ιδου συ κοιμα μετα των πατερων σου και αναστας ο λαος ουτος εκπορνευσει οπισω θεων αλλοτριων της γης εις ην ουτος εισπορευεται εκει εις αυτην και εγκαταλειψουσιν με και διασκεδασουσιν την διαθηκην μου ην διεθεμην αυτοις

31:17 και οργισθησομαι θυμω εις αυτους εν τη ημερα εκεινη και καταλειψω αυτους και αποστρεψω το προσωπον μου απ' αυτων και εσται καταβρωμα και ευρησουσιν αυτον κακα πολλα και θλιψεις και ερει εν τη ημερα εκεινη διοτι ουκ εστιν κυριος ο θεος μου εν εμοι ευροσαν με τα κακα ταυτα

31:18 εγω δε αποστροφη αποστρεψω το προσωπον μου απ' αυτων εν τη ημερα εκεινη δια πασας τας κακιας ας εποιησαν οτι επεστρεψαν επι θεους αλλοτριους

31:19 και νυν γραψατε τα ρηματα της ωδης ταυτης και διδαξετε αυτην τους υιους ισραηλ και εμβαλειτε αυτην εις το στομα αυτων ινα γενηται μοι η ωδη αυτη εις μαρτυριον εν υιοις ισραηλ

31:20 εισαξω γαρ αυτους εις την γην την αγαθην ην ωμοσα τοις πατρασιν αυτων δουναι αυτοις γην ρεουσαν γαλα και μελι και φαγονται και εμπλησθεντες κορησουσιν και επιστραφησονται επι θεους αλλοτριους και λατρευσουσιν αυτοις και παροξυνουσιν με και διασκεδασουσιν την διαθηκην μου

31:21 και αντικαταστησεται η ωδη αυτη κατα προσωπον μαρτυρουσα ου γαρ μη επιλησθη απο στοματος αυτων και απο στοματος του σπερματος αυτων εγω γαρ οιδα την πονηριαν αυτων οσα ποιουσιν ωδε σημερον προ του εισαγαγειν με αυτους εις την γην την αγαθην ην ωμοσα τοις πατρασιν αυτων

31:22 και εγραψεν μωυσης την ωδην ταυτην εν εκεινη τη ημερα και εδιδαξεν αυτην τους υιους ισραηλ

31:23 και ενετειλατο μωυσης ιησοι και ειπεν αυτω ανδριζου και ισχυε συ γαρ εισαξεις τους υιους ισραηλ εις την γην ην ωμοσεν κυριος αυτοις και αυτος εσται μετα σου

31:24 ηνικα δε συνετελεσεν μωυσης γραφων παντας τους λογους του νομου τουτου εις βιβλιον εως εις τελος

31:25 και ενετειλατο τοις λευιταις τοις αιρουσιν την κιβωτον της διαθηκης κυριου λεγων

31:26 λαβοντες το βιβλιον του νομου τουτου θησετε αυτο εκ πλαγιων της κιβωτου της διαθηκης κυριου του θεου υμων και εσται εκει εν σοι εις μαρτυριον

31:27 οτι εγω επισταμαι τον ερεθισμον σου και τον τραχηλον σου τον σκληρον ετι γαρ εμου ζωντος μεθ' υμων σημερον παραπικραινοντες ητε τα προς τον θεον πως ουχι και εσχατον του θανατου μου

31:28 εκκλησιασατε προς με τους φυλαρχους υμων και τους πρεσβυτερους υμων και τους κριτας υμων και τους γραμματοεισαγωγεις υμων ινα λαλησω εις τα ωτα αυτων παντας τους λογους τουτους και διαμαρτυρωμαι αυτοις τον τε ουρανον και την γην

31:29 οιδα γαρ οτι εσχατον της τελευτης μου ανομια ανομησετε και εκκλινειτε εκ της οδου ης ενετειλαμην υμιν και συναντησεται υμιν τα κακα εσχατον των ημερων οτι ποιησετε το πονηρον εναντιον κυριου παροργισαι αυτον εν τοις εργοις των χειρων υμων

31:30 και ελαλησεν μωυσης εις τα ωτα πασης εκκλησιας ισραηλ τα ρηματα της ωδης ταυτης εως εις τελος

 

Created with FREE HTMLCompiler by BibleDatabase