HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Deuteronomy 33

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34]

33:1 και αυτη η ευλογια ην ευλογησεν μωυσης ανθρωπος του θεου τους υιους ισραηλ προ της τελευτης αυτου

33:2 και ειπεν κυριος εκ σινα ηκει και επεφανεν εκ σηιρ ημιν και κατεσπευσεν εξ ορους φαραν συν μυριασιν καδης εκ δεξιων αυτου αγγελοι μετ' αυτου

33:3 και εφεισατο του λαου αυτου και παντες οι ηγιασμενοι υπο τας χειρας σου και ουτοι υπο σε εισιν και εδεξατο απο των λογων αυτου

33:4 νομον ον ενετειλατο ημιν μωυσης κληρονομιαν συναγωγαις ιακωβ

33:5 και εσται εν τω ηγαπημενω αρχων συναχθεντων αρχοντων λαων αμα φυλαις ισραηλ

33:6 ζητω ρουβην και μη αποθανετω και εστω πολυς εν αριθμω

33:7 και αυτη ιουδα εισακουσον κυριε φωνης ιουδα και εις τον λαον αυτου εισελθοισαν αι χειρες αυτου διακρινουσιν αυτω και βοηθος εκ των εχθρων αυτου εση

33:8 και τω λευι ειπεν δοτε λευι δηλους αυτου και αληθειαν αυτου τω ανδρι τω οσιω ον επειρασαν αυτον εν πειρα ελοιδορησαν αυτον επι υδατος αντιλογιας

33:9 ο λεγων τω πατρι και τη μητρι ουχ εορακα σε και τους αδελφους αυτου ουκ επεγνω και τους υιους αυτου απεγνω εφυλαξεν τα λογια σου και την διαθηκην σου διετηρησεν

33:10 δηλωσουσιν τα δικαιωματα σου τω ιακωβ και τον νομον σου τω ισραηλ επιθησουσιν θυμιαμα εν οργη σου δια παντος επι το θυσιαστηριον σου

33:11 ευλογησον κυριε την ισχυν αυτου και τα εργα των χειρων αυτου δεξαι καταξον οσφυν εχθρων επανεστηκοτων αυτω και οι μισουντες αυτον μη αναστητωσαν

33:12 και τω βενιαμιν ειπεν ηγαπημενος υπο κυριου κατασκηνωσει πεποιθως και ο θεος σκιαζει επ' αυτω πασας τας ημερας και ανα μεσον των ωμων αυτου κατεπαυσεν

33:13 και τω ιωσηφ ειπεν απ' ευλογιας κυριου η γη αυτου απο ωρων ουρανου και δροσου και απο αβυσσων πηγων κατωθεν

33:14 και καθ' ωραν γενηματων ηλιου τροπων και απο συνοδων μηνων

33:15 και απο κορυφης ορεων αρχης και απο κορυφης βουνων αεναων

33:16 και καθ' ωραν γης πληρωσεως και τα δεκτα τω οφθεντι εν τω βατω ελθοισαν επι κεφαλην ιωσηφ και επι κορυφης δοξασθεις εν αδελφοις

33:17 πρωτοτοκος ταυρου το καλλος αυτου κερατα μονοκερωτος τα κερατα αυτου εν αυτοις εθνη κερατιει αμα εως επ' ακρου γης αυται μυριαδες εφραιμ και αυται χιλιαδες μανασση

33:18 και τω ζαβουλων ειπεν ευφρανθητι ζαβουλων εν εξοδια σου και ισσαχαρ εν τοις σκηνωμασιν αυτου

33:19 εθνη εξολεθρευσουσιν και επικαλεσεσθε εκει και θυσετε θυσιαν δικαιοσυνης οτι πλουτος θαλασσης θηλασει σε και εμπορια παραλιον κατοικουντων

33:20 και τω γαδ ειπεν ευλογημενος εμπλατυνων γαδ ως λεων ανεπαυσατο συντριψας βραχιονα και αρχοντα

33:21 και ειδεν απαρχην αυτου οτι εκει εμερισθη γη αρχοντων συνηγμενων αμα αρχηγοις λαων δικαιοσυνην κυριος εποιησεν και κρισιν αυτου μετα ισραηλ

33:22 και τω δαν ειπεν δαν σκυμνος λεοντος και εκπηδησεται εκ του βασαν

33:23 και τω νεφθαλι ειπεν νεφθαλι πλησμονη δεκτων και εμπλησθητω ευλογιαν παρα κυριου θαλασσαν και λιβα κληρονομησει

33:24 και τω ασηρ ειπεν ευλογητος απο τεκνων ασηρ και εσται δεκτος τοις αδελφοις αυτου βαψει εν ελαιω τον ποδα αυτου

33:25 σιδηρος και χαλκος το υποδημα αυτου εσται και ως αι ημεραι σου η ισχυς σου

33:26 ουκ εστιν ωσπερ ο θεος του ηγαπημενου ο επιβαινων επι τον ουρανον βοηθος σου και ο μεγαλοπρεπης του στερεωματος

33:27 και σκεπασις θεου αρχης και υπο ισχυν βραχιονων αεναων και εκβαλει απο προσωπου σου εχθρον λεγων απολοιο

33:28 και κατασκηνωσει ισραηλ πεποιθως μονος επι γης ιακωβ επι σιτω και οινω και ο ουρανος αυτω συννεφης δροσω

33:29 μακαριος συ ισραηλ τις ομοιος σοι λαος σωζομενος υπο κυριου υπερασπιει ο βοηθος σου και η μαχαιρα καυχημα σου και ψευσονται σε οι εχθροι σου και συ επι τον τραχηλον αυτων επιβηση

 

Created with FREE HTMLCompiler by BibleDatabase