HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Deuteronomy 34

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34]

34:1 και ανεβη μωυσης απο αραβωθ μωαβ επι το ορος ναβαυ επι κορυφην φασγα η εστιν επι προσωπου ιεριχω και εδειξεν αυτω κυριος πασαν την γην γαλααδ εως δαν

34:2 και πασαν την γην νεφθαλι και πασαν την γην εφραιμ και μανασση και πασαν την γην ιουδα εως της θαλασσης της εσχατης

34:3 και την ερημον και τα περιχωρα ιεριχω πολιν φοινικων εως σηγωρ

34:4 και ειπεν κυριος προς μωυσην αυτη η γη ην ωμοσα αβρααμ και ισαακ και ιακωβ λεγων τω σπερματι υμων δωσω αυτην και εδειξα αυτην τοις οφθαλμοις σου και εκει ουκ εισελευση

34:5 και ετελευτησεν μωυσης οικετης κυριου εν γη μωαβ δια ρηματος κυριου

34:6 και εθαψαν αυτον εν γαι εν γη μωαβ εγγυς οικου φογωρ και ουκ οιδεν ουδεις την ταφην αυτου εως της ημερας ταυτης

34:7 μωυσης δε ην εκατον και εικοσι ετων εν τω τελευταν αυτον ουκ ημαυρωθησαν οι οφθαλμοι αυτου ουδε εφθαρησαν τα χελυνια αυτου

34:8 και εκλαυσαν οι υιοι ισραηλ τον μωυσην εν αραβωθ μωαβ επι του ιορδανου κατα ιεριχω τριακοντα ημερας και συνετελεσθησαν αι ημεραι πενθους κλαυθμου μωυση

34:9 και ιησους υιος ναυη ενεπλησθη πνευματος συνεσεως επεθηκεν γαρ μωυσης τας χειρας αυτου επ' αυτον και εισηκουσαν αυτου οι υιοι ισραηλ και εποιησαν καθοτι ενετειλατο κυριος τω μωυση

34:10 και ουκ ανεστη ετι προφητης εν ισραηλ ως μωυσης ον εγνω κυριος αυτον προσωπον κατα προσωπον

34:11 εν πασι τοις σημειοις και τερασιν ον απεστειλεν αυτον κυριος ποιησαι αυτα εν γη αιγυπτω φαραω και τοις θεραπουσιν αυτου και παση τη γη αυτου

34:12 τα θαυμασια τα μεγαλα και την χειρα την κραταιαν α εποιησεν μωυσης εναντι παντος ισραηλ .

 

Created with FREE HTMLCompiler by BibleDatabase