HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Joshua 1

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

1:1 και εγενετο μετα την τελευτην μωυση ειπεν κυριος τω ιησοι υιω ναυη τω υπουργω μωυση λεγων

1:2 μωυσης ο θεραπων μου τετελευτηκεν νυν ουν αναστας διαβηθι τον ιορδανην συ και πας ο λαος ουτος εις την γην ην εγω διδωμι αυτοις

1:3 πας ο τοπος εφ' ον αν επιβητε τω ιχνει των ποδων υμων υμιν δωσω αυτον ον τροπον ειρηκα τω μωυση

1:4 την ερημον και τον αντιλιβανον εως του ποταμου του μεγαλου ποταμου ευφρατου και εως της θαλασσης της εσχατης αφ' ηλιου δυσμων εσται τα ορια υμων

1:5 ουκ αντιστησεται ανθρωπος κατενωπιον υμων πασας τας ημερας της ζωης σου και ωσπερ ημην μετα μωυση ουτως εσομαι και μετα σου και ουκ εγκαταλειψω σε ουδε υπεροψομαι σε

1:6 ισχυε και ανδριζου συ γαρ αποδιαστελεις τω λαω τουτω την γην ην ωμοσα τοις πατρασιν υμων δουναι αυτοις

1:7 ισχυε ουν και ανδριζου φυλασσεσθαι και ποιειν καθοτι ενετειλατο σοι μωυσης ο παις μου και ουκ εκκλινεις απ' αυτων εις δεξια ουδε εις αριστερα ινα συνης εν πασιν οις εαν πρασσης

1:8 και ουκ αποστησεται η βιβλος του νομου τουτου εκ του στοματος σου και μελετησεις εν αυτω ημερας και νυκτος ινα συνης ποιειν παντα τα γεγραμμενα τοτε ευοδωθηση και ευοδωσεις τας οδους σου και τοτε συνησεις

1:9 ιδου εντεταλμαι σοι ισχυε και ανδριζου μη δειλιασης μηδε φοβηθης οτι μετα σου κυριος ο θεος σου εις παντα ου εαν πορευη

1:10 και ενετειλατο ιησους τοις γραμματευσιν του λαου λεγων

1:11 εισελθατε κατα μεσον της παρεμβολης του λαου και εντειλασθε τω λαω λεγοντες ετοιμαζεσθε επισιτισμον οτι ετι τρεις ημεραι και υμεις διαβαινετε τον ιορδανην τουτον εισελθοντες κατασχειν την γην ην κυριος ο θεος των πατερων υμων διδωσιν υμιν

1:12 και τω ρουβην και τω γαδ και τω ημισει φυλης μανασση ειπεν ιησους

1:13 μνησθητε το ρημα κυριου ο ενετειλατο υμιν μωυσης ο παις κυριου λεγων κυριος ο θεος υμων κατεπαυσεν υμας και εδωκεν υμιν την γην ταυτην

1:14 αι γυναικες υμων και τα παιδια υμων και τα κτηνη υμων κατοικειτωσαν εν τη γη η εδωκεν υμιν υμεις δε διαβησεσθε ευζωνοι προτεροι των αδελφων υμων πας ο ισχυων και συμμαχησετε αυτοις

1:15 εως αν καταπαυση κυριος ο θεος υμων τους αδελφους υμων ωσπερ και υμας και κληρονομησωσιν και ουτοι την γην ην κυριος ο θεος ημων διδωσιν αυτοις και απελευσεσθε εκαστος εις την κληρονομιαν αυτου ην δεδωκεν υμιν μωυσης εις το περαν του ιορδανου απ' ανατολων ηλιου

1:16 και αποκριθεντες τω ιησοι ειπαν παντα οσα αν εντειλη ημιν ποιησομεν και εις παντα τοπον ου εαν αποστειλης ημας πορευσομεθα

1:17 κατα παντα οσα ηκουσαμεν μωυση ακουσομεθα σου πλην εστω κυριος ο θεος ημων μετα σου ον τροπον ην μετα μωυση

1:18 ο δε ανθρωπος ος εαν απειθηση σοι και οστις μη ακουση των ρηματων σου καθοτι αν αυτω εντειλη αποθανετω αλλα ισχυε και ανδριζου

 

Created with FREE HTMLCompiler by BibleDatabase