HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Joshua 2

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

2:1 και απεστειλεν ιησους υιος ναυη εκ σαττιν δυο νεανισκους κατασκοπευσαι λεγων αναβητε και ιδετε την γην και την ιεριχω και πορευθεντες εισηλθοσαν οι δυο νεανισκοι εις ιεριχω και εισηλθοσαν εις οικιαν γυναικος πορνης η ονομα ρααβ και κατελυσαν εκει

2:2 και απηγγελη τω βασιλει ιεριχω λεγοντες εισπεπορευνται ωδε ανδρες των υιων ισραηλ κατασκοπευσαι την γην

2:3 και απεστειλεν ο βασιλευς ιεριχω και ειπεν προς ρααβ λεγων εξαγαγε τους ανδρας τους εισπεπορευμενους εις την οικιαν σου την νυκτα κατασκοπευσαι γαρ την γην ηκασιν

2:4 και λαβουσα η γυνη τους ανδρας εκρυψεν αυτους και ειπεν αυτοις λεγουσα εισεληλυθασιν προς με οι ανδρες

2:5 ως δε η πυλη εκλειετο εν τω σκοτει και οι ανδρες εξηλθον ουκ επισταμαι που πεπορευνται καταδιωξατε οπισω αυτων ει καταλημψεσθε αυτους

2:6 αυτη δε ανεβιβασεν αυτους επι το δωμα και εκρυψεν αυτους εν τη λινοκαλαμη τη εστοιβασμενη αυτη επι του δωματος

2:7 και οι ανδρες κατεδιωξαν οπισω αυτων οδον την επι του ιορδανου επι τας διαβασεις και η πυλη εκλεισθη και εγενετο ως εξηλθοσαν οι διωκοντες οπισω αυτων

2:8 και αυτοι δε πριν η κοιμηθηναι αυτους και αυτη ανεβη επι το δωμα προς αυτους

2:9 και ειπεν προς αυτους επισταμαι οτι δεδωκεν υμιν κυριος την γην επιπεπτωκεν γαρ ο φοβος υμων εφ' ημας

2:10 ακηκοαμεν γαρ οτι κατεξηρανεν κυριος ο θεος την ερυθραν θαλασσαν απο προσωπου υμων οτε εξεπορευεσθε εκ γης αιγυπτου και οσα εποιησεν τοις δυσι βασιλευσιν των αμορραιων οι ησαν περαν του ιορδανου τω σηων και ωγ ους εξωλεθρευσατε αυτους

2:11 και ακουσαντες ημεις εξεστημεν τη καρδια ημων και ουκ εστη ετι πνευμα εν ουδενι ημων απο προσωπου υμων οτι κυριος ο θεος υμων θεος εν ουρανω ανω και επι της γης κατω

2:12 και νυν ομοσατε μοι κυριον τον θεον οτι ποιω υμιν ελεος και ποιησετε και υμεις ελεος εν τω οικω του πατρος μου

2:13 και ζωγρησετε τον οικον του πατρος μου και την μητερα μου και τους αδελφους μου και παντα τον οικον μου και παντα οσα εστιν αυτοις και εξελεισθε την ψυχην μου εκ θανατου

2:14 και ειπαν αυτη οι ανδρες η ψυχη ημων ανθ' υμων εις θανατον και αυτη ειπεν ως αν παραδω κυριος υμιν την πολιν ποιησετε εις εμε ελεος και αληθειαν

2:15 και κατεχαλασεν αυτους δια της θυριδος

2:16 και ειπεν αυτοις εις την ορεινην απελθετε μη συναντησωσιν υμιν οι καταδιωκοντες και κρυβησεσθε εκει τρεις ημερας εως αν αποστρεψωσιν οι καταδιωκοντες οπισω υμων και μετα ταυτα απελευσεσθε εις την οδον υμων

2:17 και ειπαν οι ανδρες προς αυτην αθωοι εσμεν τω ορκω σου τουτω

2:18 ιδου ημεις εισπορευομεθα εις μερος της πολεως και θησεις το σημειον το σπαρτιον το κοκκινον τουτο εκδησεις εις την θυριδα δι' ης κατεβιβασας ημας δι' αυτης τον δε πατερα σου και την μητερα σου και τους αδελφους σου και παντα τον οικον του πατρος σου συναξεις προς σεαυτην εις την οικιαν σου

2:19 και εσται πας ος αν εξελθη την θυραν της οικιας σου εξω ενοχος εαυτω εσται ημεις δε αθωοι τω ορκω σου τουτω και οσοι εαν γενωνται μετα σου εν τη οικια σου ημεις ενοχοι εσομεθα

2:20 εαν δε τις ημας αδικηση η και αποκαλυψη τους λογους ημων τουτους εσομεθα αθωοι τω ορκω σου τουτω

2:21 και ειπεν αυτοις κατα το ρημα υμων ουτως εστω και εξαπεστειλεν αυτους

2:22 και επορευθησαν και ηλθοσαν εις την ορεινην και κατεμειναν εκει τρεις ημερας και εξεζητησαν οι καταδιωκοντες πασας τας οδους και ουχ ευροσαν

2:23 και υπεστρεψαν οι δυο νεανισκοι και κατεβησαν εκ του ορους και διεβησαν προς ιησουν υιον ναυη και διηγησαντο αυτω παντα τα συμβεβηκοτα αυτοις

2:24 και ειπαν προς ιησουν οτι παρεδωκεν κυριος πασαν την γην εν χειρι ημων και κατεπτηκεν πας ο κατοικων την γην εκεινην αφ' ημων

 

Created with FREE HTMLCompiler by BibleDatabase