HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Joshua 3

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

3:1 και ωρθρισεν ιησους το πρωι και απηραν εκ σαττιν και ηλθοσαν εως του ιορδανου και κατελυσαν εκει προ του διαβηναι

3:2 και εγενετο μετα τρεις ημερας διηλθον οι γραμματεις δια της παρεμβολης

3:3 και ενετειλαντο τω λαω λεγοντες οταν ιδητε την κιβωτον της διαθηκης κυριου του θεου ημων και τους ιερεις ημων και τους λευιτας αιροντας αυτην απαρειτε απο των τοπων υμων και πορευεσθε οπισω αυτης

3:4 αλλα μακραν εστω ανα μεσον υμων και εκεινης οσον δισχιλιους πηχεις στησεσθε μη προσεγγισητε αυτη ιν' επιστησθε την οδον ην πορευεσθε αυτην ου γαρ πεπορευσθε την οδον απ' εχθες και τριτης ημερας

3:5 και ειπεν ιησους τω λαω αγνισασθε εις αυριον οτι αυριον ποιησει εν υμιν κυριος θαυμαστα

3:6 και ειπεν ιησους τοις ιερευσιν αρατε την κιβωτον της διαθηκης κυριου και προπορευεσθε του λαου και ηραν οι ιερεις την κιβωτον της διαθηκης κυριου και επορευοντο εμπροσθεν του λαου

3:7 και ειπεν κυριος προς ιησουν εν τη ημερα ταυτη αρχομαι υψωσαι σε κατενωπιον παντων υιων ισραηλ ινα γνωσιν καθοτι ημην μετα μωυση ουτως εσομαι και μετα σου

3:8 και νυν εντειλαι τοις ιερευσιν τοις αιρουσιν την κιβωτον της διαθηκης λεγων ως αν εισελθητε επι μερους του υδατος του ιορδανου και εν τω ιορδανη στησεσθε

3:9 και ειπεν ιησους τοις υιοις ισραηλ προσαγαγετε ωδε και ακουσατε το ρημα κυριου του θεου ημων

3:10 εν τουτω γνωσεσθε οτι θεος ζων εν υμιν και ολεθρευων ολεθρευσει απο προσωπου ημων τον χαναναιον και τον χετταιον και τον φερεζαιον και τον ευαιον και τον αμορραιον και τον γεργεσαιον και τον ιεβουσαιον

3:11 ιδου η κιβωτος διαθηκης κυριου πασης της γης διαβαινει τον ιορδανην

3:12 προχειρισασθε υμιν δωδεκα ανδρας απο των υιων ισραηλ ενα αφ' εκαστης φυλης

3:13 και εσται ως αν καταπαυσωσιν οι ποδες των ιερεων των αιροντων την κιβωτον της διαθηκης κυριου πασης της γης εν τω υδατι του ιορδανου το υδωρ του ιορδανου εκλειψει το δε υδωρ το καταβαινον στησεται

3:14 και απηρεν ο λαος εκ των σκηνωματων αυτων διαβηναι τον ιορδανην οι δε ιερεις ηροσαν την κιβωτον της διαθηκης κυριου προτεροι του λαου

3:15 ως δε εισεπορευοντο οι ιερεις οι αιροντες την κιβωτον της διαθηκης επι τον ιορδανην και οι ποδες των ιερεων των αιροντων την κιβωτον της διαθηκης κυριου εβαφησαν εις μερος του υδατος του ιορδανου ο δε ιορδανης επληρου καθ' ολην την κρηπιδα αυτου ωσει ημεραι θερισμου πυρων

3:16 και εστη τα υδατα τα καταβαινοντα ανωθεν εστη πηγμα εν αφεστηκος μακραν σφοδρα σφοδρως εως μερους καριαθιαριμ το δε καταβαινον κατεβη εις την θαλασσαν αραβα θαλασσαν αλος εως εις το τελος εξελιπεν και ο λαος ειστηκει απεναντι ιεριχω

3:17 και εστησαν οι ιερεις οι αιροντες την κιβωτον της διαθηκης κυριου επι ξηρας εν μεσω του ιορδανου και παντες οι υιοι ισραηλ διεβαινον δια ξηρας εως συνετελεσεν πας ο λαος διαβαινων τον ιορδανην

 

Created with FREE HTMLCompiler by BibleDatabase