HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Joshua 4

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

4:1 και επει συνετελεσεν πας ο λαος διαβαινων τον ιορδανην και ειπεν κυριος τω ιησοι λεγων

4:2 παραλαβων ανδρας απο του λαου ενα αφ' εκαστης φυλης

4:3 συνταξον αυτοις λεγων ανελεσθε εκ μεσου του ιορδανου ετοιμους δωδεκα λιθους και τουτους διακομισαντες αμα υμιν αυτοις θετε αυτους εν τη στρατοπεδεια υμων ου εαν παρεμβαλητε εκει την νυκτα

4:4 και ανακαλεσαμενος ιησους δωδεκα ανδρας των ενδοξων απο των υιων ισραηλ ενα αφ' εκαστης φυλης

4:5 ειπεν αυτοις προσαγαγετε εμπροσθεν μου προ προσωπου κυριου εις μεσον του ιορδανου και ανελομενος εκειθεν εκαστος λιθον αρατω επι των ωμων αυτου κατα τον αριθμον των δωδεκα φυλων του ισραηλ

4:6 ινα υπαρχωσιν υμιν ουτοι εις σημειον κειμενον δια παντος ινα οταν ερωτα σε ο υιος σου αυριον λεγων τι εισιν οι λιθοι ουτοι υμιν

4:7 και συ δηλωσεις τω υιω σου λεγων οτι εξελιπεν ο ιορδανης ποταμος απο προσωπου κιβωτου διαθηκης κυριου πασης της γης ως διεβαινεν αυτον και εσονται οι λιθοι ουτοι υμιν μνημοσυνον τοις υιοις ισραηλ εως του αιωνος

4:8 και εποιησαν ουτως οι υιοι ισραηλ καθοτι ενετειλατο κυριος τω ιησοι και λαβοντες δωδεκα λιθους εκ μεσου του ιορδανου καθαπερ συνεταξεν κυριος τω ιησοι εν τη συντελεια της διαβασεως των υιων ισραηλ και διεκομισαν αμα εαυτοις εις την παρεμβολην και απεθηκαν εκει

4:9 εστησεν δε ιησους και αλλους δωδεκα λιθους εν αυτω τω ιορδανη εν τω γενομενω τοπω υπο τους ποδας των ιερεων των αιροντων την κιβωτον της διαθηκης κυριου και εισιν εκει εως της σημερον ημερας

4:10 ειστηκεισαν δε οι ιερεις οι αιροντες την κιβωτον της διαθηκης εν τω ιορδανη εως ου συνετελεσεν ιησους παντα α ενετειλατο κυριος αναγγειλαι τω λαω και εσπευσεν ο λαος και διεβησαν

4:11 και εγενετο ως συνετελεσεν πας ο λαος διαβηναι και διεβη η κιβωτος της διαθηκης κυριου και οι λιθοι εμπροσθεν αυτων

4:12 και διεβησαν οι υιοι ρουβην και οι υιοι γαδ και οι ημισεις φυλης μανασση διεσκευασμενοι εμπροσθεν των υιων ισραηλ καθαπερ ενετειλατο αυτοις μωυσης

4:13 τετρακισμυριοι ευζωνοι εις μαχην διεβησαν εναντιον κυριου εις πολεμον προς την ιεριχω πολιν

4:14 εν εκεινη τη ημερα ηυξησεν κυριος τον ιησουν εναντιον παντος του γενους ισραηλ και εφοβουντο αυτον ωσπερ μωυσην οσον χρονον εζη

4:15 και ειπεν κυριος τω ιησοι λεγων

4:16 εντειλαι τοις ιερευσιν τοις αιρουσιν την κιβωτον της διαθηκης του μαρτυριου κυριου εκβηναι εκ του ιορδανου

4:17 και ενετειλατο ιησους τοις ιερευσιν λεγων εκβητε εκ του ιορδανου

4:18 και εγενετο ως εξεβησαν οι ιερεις οι αιροντες την κιβωτον της διαθηκης κυριου εκ του ιορδανου και εθηκαν τους ποδας επι της γης ωρμησεν το υδωρ του ιορδανου κατα χωραν και επορευετο καθα εχθες και τριτην ημεραν δι' ολης της κρηπιδος

4:19 και ο λαος ανεβη εκ του ιορδανου δεκατη του μηνος του πρωτου και κατεστρατοπεδευσαν οι υιοι ισραηλ εν γαλγαλοις κατα μερος το προς ηλιου ανατολας απο της ιεριχω

4:20 και τους δωδεκα λιθους τουτους ους ελαβεν εκ του ιορδανου εστησεν ιησους εν γαλγαλοις

4:21 λεγων οταν ερωτωσιν υμας οι υιοι υμων λεγοντες τι εισιν οι λιθοι ουτοι

4:22 αναγγειλατε τοις υιοις υμων οτι επι ξηρας διεβη ισραηλ τον ιορδανην

4:23 αποξηραναντος κυριου του θεου ημων το υδωρ του ιορδανου εκ του εμπροσθεν αυτων μεχρι ου διεβησαν καθαπερ εποιησεν κυριος ο θεος ημων την ερυθραν θαλασσαν ην απεξηρανεν κυριος ο θεος ημων εμπροσθεν ημων εως παρηλθομεν

4:24 οπως γνωσιν παντα τα εθνη της γης οτι η δυναμις του κυριου ισχυρα εστιν και ινα υμεις σεβησθε κυριον τον θεον υμων εν παντι χρονω

 

Created with FREE HTMLCompiler by BibleDatabase