HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Joshua 5

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

5:1 και εγενετο ως ηκουσαν οι βασιλεις των αμορραιων οι ησαν περαν του ιορδανου και οι βασιλεις της φοινικης οι παρα την θαλασσαν οτι απεξηρανεν κυριος ο θεος τον ιορδανην ποταμον εκ των εμπροσθεν των υιων ισραηλ εν τω διαβαινειν αυτους και ετακησαν αυτων αι διανοιαι και κατεπλαγησαν και ουκ ην εν αυτοις φρονησις ουδεμια απο προσωπου των υιων ισραηλ

5:2 υπο δε τουτον τον καιρον ειπεν κυριος τω ιησοι ποιησον σεαυτω μαχαιρας πετρινας εκ πετρας ακροτομου και καθισας περιτεμε τους υιους ισραηλ

5:3 και εποιησεν ιησους μαχαιρας πετρινας ακροτομους και περιετεμεν τους υιους ισραηλ επι του καλουμενου τοπου βουνος των ακροβυστιων

5:4 ον δε τροπον περιεκαθαρεν ιησους τους υιους ισραηλ οσοι ποτε εγενοντο εν τη οδω και οσοι ποτε απεριτμητοι ησαν των εξεληλυθοτων εξ αιγυπτου

5:5 παντας τουτους περιετεμεν ιησους

5:6 τεσσαρακοντα γαρ και δυο ετη ανεστραπται ισραηλ εν τη ερημω τη μαδβαριτιδι διο απεριτμητοι ησαν οι πλειστοι αυτων των μαχιμων των εξεληλυθοτων εκ γης αιγυπτου οι απειθησαντες των εντολων του θεου οις και διωρισεν μη ιδειν αυτους την γην ην ωμοσεν κυριος τοις πατρασιν αυτων δουναι ημιν γην ρεουσαν γαλα και μελι

5:7 αντι δε τουτων αντικατεστησεν τους υιους αυτων ους ιησους περιετεμεν δια το αυτους γεγενησθαι κατα την οδον απεριτμητους

5:8 περιτμηθεντες δε ησυχιαν ειχον αυτοθι καθημενοι εν τη παρεμβολη εως υγιασθησαν

5:9 και ειπεν κυριος τω ιησοι υιω ναυη εν τη σημερον ημερα αφειλον τον ονειδισμον αιγυπτου αφ' υμων και εκαλεσεν το ονομα του τοπου εκεινου γαλγαλα

5:10 και εποιησαν οι υιοι ισραηλ το πασχα τη τεσσαρεσκαιδεκατη ημερα του μηνος απο εσπερας επι δυσμων ιεριχω εν τω περαν του ιορδανου εν τω πεδιω

5:11 και εφαγοσαν απο του σιτου της γης αζυμα και νεα εν ταυτη τη ημερα

5:12 εξελιπεν το μαννα μετα το βεβρωκεναι αυτους εκ του σιτου της γης και ουκετι υπηρχεν τοις υιοις ισραηλ μαννα εκαρπισαντο δε την χωραν των φοινικων εν τω ενιαυτω εκεινω

5:13 και εγενετο ως ην ιησους εν ιεριχω και αναβλεψας τοις οφθαλμοις ειδεν ανθρωπον εστηκοτα εναντιον αυτου και η ρομφαια εσπασμενη εν τη χειρι αυτου και προσελθων ιησους ειπεν αυτω ημετερος ει η των υπεναντιων

5:14 ο δε ειπεν αυτω εγω αρχιστρατηγος δυναμεως κυριου νυνι παραγεγονα και ιησους επεσεν επι προσωπον επι την γην και ειπεν αυτω δεσποτα τι προστασσεις τω σω οικετη

5:15 και λεγει ο αρχιστρατηγος κυριου προς ιησουν λυσαι το υποδημα εκ των ποδων σου ο γαρ τοπος εφ' ω συ εστηκας αγιος εστιν

 

Created with FREE HTMLCompiler by BibleDatabase