HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Joshua 6

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

6:1 και ιεριχω συγκεκλεισμενη και ωχυρωμενη και ουθεις εξεπορευετο εξ αυτης ουδε εισεπορευετο

6:2 και ειπεν κυριος προς ιησουν ιδου εγω παραδιδωμι υποχειριον σου την ιεριχω και τον βασιλεα αυτης τον εν αυτη δυνατους οντας εν ισχυι

6:3 συ δε περιστησον αυτη τους μαχιμους κυκλω

6:5 και εσται ως αν σαλπισητε τη σαλπιγγι ανακραγετω πας ο λαος αμα και ανακραγοντων αυτων πεσειται αυτοματα τα τειχη της πολεως και εισελευσεται πας ο λαος ορμησας εκαστος κατα προσωπον εις την πολιν

6:6 και εισηλθεν ιησους ο του ναυη προς τους ιερεις

6:7 και ειπεν αυτοις λεγων παραγγειλατε τω λαω περιελθειν και κυκλωσαι την πολιν και οι μαχιμοι παραπορευεσθωσαν ενωπλισμενοι εναντιον κυριου

6:8 και επτα ιερεις εχοντες επτα σαλπιγγας ιερας παρελθετωσαν ωσαυτως εναντιον του κυριου και σημαινετωσαν ευτονως και η κιβωτος της διαθηκης κυριου επακολουθειτω

6:9 οι δε μαχιμοι εμπροσθεν παραπορευεσθωσαν και οι ιερεις οι ουραγουντες οπισω της κιβωτου της διαθηκης κυριου πορευομενοι και σαλπιζοντες

6:10 τω δε λαω ενετειλατο ιησους λεγων μη βοατε μηδε ακουσατω μηθεις υμων την φωνην εως αν ημεραν αυτος διαγγειλη αναβοησαι και τοτε αναβοησετε

6:11 και περιελθουσα η κιβωτος της διαθηκης του θεου την πολιν ευθεως απηλθεν εις την παρεμβολην και εκοιμηθη εκει

6:12 και τη ημερα τη δευτερα ανεστη ιησους το πρωι και ηραν οι ιερεις την κιβωτον της διαθηκης κυριου

6:13 και οι επτα ιερεις οι φεροντες τας σαλπιγγας τας επτα προεπορευοντο εναντιον κυριου και μετα ταυτα εισεπορευοντο οι μαχιμοι και ο λοιπος οχλος οπισθε της κιβωτου της διαθηκης κυριου και οι ιερεις εσαλπισαν ταις σαλπιγξι και ο λοιπος οχλος απας περιεκυκλωσε την πολιν εγγυθεν

6:14 και απηλθεν παλιν εις την παρεμβολην ουτως εποιει επι εξ ημερας

6:15 και τη ημερα τη εβδομη ανεστησαν ορθρου και περιηλθοσαν την πολιν εξακις

6:16 και τη περιοδω τη εβδομη εσαλπισαν οι ιερεις και ειπεν ιησους τοις υιοις ισραηλ κεκραξατε παρεδωκεν γαρ κυριος υμιν την πολιν

6:17 και εσται η πολις αναθεμα αυτη και παντα οσα εστιν εν αυτη κυριω σαβαωθ πλην ρααβ την πορνην περιποιησασθε αυτην και οσα εστιν εν τω οικω αυτης

6:18 αλλα υμεις φυλαξασθε σφοδρα απο του αναθεματος μηποτε ενθυμηθεντες υμεις αυτοι λαβητε απο του αναθεματος και ποιησητε την παρεμβολην των υιων ισραηλ αναθεμα και εκτριψητε ημας

6:19 και παν αργυριον η χρυσιον η χαλκος η σιδηρος αγιον εσται τω κυριω εις θησαυρον κυριου εισενεχθησεται

6:20 και εσαλπισαν ταις σαλπιγξιν οι ιερεις ως δε ηκουσεν ο λαος την φωνην των σαλπιγγων ηλαλαξεν πας ο λαος αμα αλαλαγμω μεγαλω και ισχυρω και επεσεν απαν το τειχος κυκλω και ανεβη πας ο λαος εις την πολιν

6:21 και ανεθεματισεν αυτην ιησους και οσα ην εν τη πολει απο ανδρος και εως γυναικος απο νεανισκου και εως πρεσβυτου και εως μοσχου και υποζυγιου εν στοματι ρομφαιας

6:22 και τοις δυσιν νεανισκοις τοις κατασκοπευσασιν ειπεν ιησους εισελθατε εις την οικιαν της γυναικος και εξαγαγετε αυτην εκειθεν και οσα εστιν αυτη

6:23 και εισηλθον οι δυο νεανισκοι οι κατασκοπευσαντες την πολιν εις την οικιαν της γυναικος και εξηγαγοσαν ρααβ την πορνην και τον πατερα αυτης και την μητερα αυτης και τους αδελφους αυτης και παντα οσα ην αυτη και πασαν την συγγενειαν αυτης και κατεστησαν αυτην εξω της παρεμβολης ισραηλ

6:24 και η πολις ενεπρησθη εμπυρισμω συν πασιν τοις εν αυτη πλην αργυριου και χρυσιου και χαλκου και σιδηρου εδωκαν εις θησαυρον κυριου εισενεχθηναι

6:25 και ρααβ την πορνην και παντα τον οικον τον πατρικον αυτης εζωγρησεν ιησους και κατωκησεν εν τω ισραηλ εως της σημερον ημερας διοτι εκρυψεν τους κατασκοπευσαντας ους απεστειλεν ιησους κατασκοπευσαι την ιεριχω

6:26 και ωρκισεν ιησους εν τη ημερα εκεινη εναντιον κυριου λεγων επικαταρατος ο ανθρωπος ος οικοδομησει την πολιν εκεινην εν τω πρωτοτοκω αυτου θεμελιωσει αυτην και εν τω ελαχιστω αυτου επιστησει τας πυλας αυτης και ουτως εποιησεν οζαν ο εκ βαιθηλ εν τω αβιρων τω πρωτοτοκω εθεμελιωσεν αυτην και εν τω ελαχιστω διασωθεντι επεστησεν τας πυλας αυτης

6:27 και ην κυριος μετα ιησου και ην το ονομα αυτου κατα πασαν την γην

 

Created with FREE HTMLCompiler by BibleDatabase