HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Joshua 7

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

7:1 και επλημμελησαν οι υιοι ισραηλ πλημμελειαν μεγαλην και ενοσφισαντο απο του αναθεματος και ελαβεν αχαρ υιος χαρμι υιου ζαμβρι υιου ζαρα εκ της φυλης ιουδα απο του αναθεματος και εθυμωθη οργη κυριος τοις υιοις ισραηλ

7:2 και απεστειλεν ιησους ανδρας εις γαι η εστιν κατα βαιθηλ λεγων κατασκεψασθε την γαι και ανεβησαν οι ανδρες και κατεσκεψαντο την γαι

7:3 και ανεστρεψαν προς ιησουν και ειπαν προς αυτον μη αναβητω πας ο λαος αλλ' ως δισχιλιοι η τρισχιλιοι ανδρες αναβητωσαν και εκπολιορκησατωσαν την πολιν μη αναγαγης εκει τον λαον παντα ολιγοι γαρ εισιν

7:4 και ανεβησαν ωσει τρισχιλιοι ανδρες και εφυγον απο προσωπου των ανδρων γαι

7:5 και απεκτειναν απ' αυτων ανδρες γαι εις τριακοντα και εξ ανδρας και κατεδιωξαν αυτους απο της πυλης και συνετριψαν αυτους επι του καταφερους και επτοηθη η καρδια του λαου και εγενετο ωσπερ υδωρ

7:6 και διερρηξεν ιησους τα ιματια αυτου και επεσεν ιησους επι την γην επι προσωπον εναντιον κυριου εως εσπερας αυτος και οι πρεσβυτεροι ισραηλ και επεβαλοντο χουν επι τας κεφαλας αυτων

7:7 και ειπεν ιησους δεομαι κυριε ινα τι διεβιβασεν ο παις σου τον λαον τουτον τον ιορδανην παραδουναι αυτον τω αμορραιω απολεσαι ημας και ει κατεμειναμεν και κατωκισθημεν παρα τον ιορδανην

7:8 και τι ερω επει μετεβαλεν ισραηλ αυχενα απεναντι του εχθρου αυτου

7:9 και ακουσας ο χαναναιος και παντες οι κατοικουντες την γην περικυκλωσουσιν ημας και εκτριψουσιν ημας απο της γης και τι ποιησεις το ονομα σου το μεγα

7:10 και ειπεν κυριος προς ιησουν αναστηθι ινα τι τουτο συ πεπτωκας επι προσωπον σου

7:11 ημαρτηκεν ο λαος και παρεβη την διαθηκην ην διεθεμην προς αυτους και κλεψαντες απο του αναθεματος ενεβαλον εις τα σκευη αυτων

7:12 ου μη δυνωνται οι υιοι ισραηλ υποστηναι κατα προσωπον των εχθρων αυτων αυχενα επιστρεψουσιν εναντι των εχθρων αυτων οτι εγενηθησαν αναθεμα ου προσθησω ετι ειναι μεθ' υμων εαν μη εξαρητε το αναθεμα εξ υμων αυτων

7:13 αναστας αγιασον τον λαον και ειπον αγιασθηναι εις αυριον ταδε λεγει κυριος ο θεος ισραηλ το αναθεμα εν υμιν εστιν ου δυνησεσθε αντιστηναι απεναντι των εχθρων υμων εως αν εξαρητε το αναθεμα εξ υμων

7:14 και συναχθησεσθε παντες το πρωι κατα φυλας και εσται η φυλη ην αν δειξη κυριος προσαξετε κατα δημους και τον δημον ον εαν δειξη κυριος προσαξετε κατ' οικον και τον οικον ον εαν δειξη κυριος προσαξετε κατ' ανδρα

7:15 και ος αν ενδειχθη κατακαυθησεται εν πυρι και παντα οσα εστιν αυτω οτι παρεβη την διαθηκην κυριου και εποιησεν ανομημα εν ισραηλ

7:16 και ωρθρισεν ιησους και προσηγαγεν τον λαον κατα φυλας και ενεδειχθη η φυλη ιουδα

7:17 και προσηχθη κατα δημους και ενεδειχθη δημος ο ζαραι και προσηχθη κατα ανδρα

7:18 και ενεδειχθη αχαρ υιος ζαμβρι υιου ζαρα

7:19 και ειπεν ιησους τω αχαρ δος δοξαν σημερον τω κυριω θεω ισραηλ και δος την εξομολογησιν και αναγγειλον μοι τι εποιησας και μη κρυψης απ' εμου

7:20 και απεκριθη αχαρ τω ιησοι και ειπεν αληθως ημαρτον εναντιον κυριου θεου ισραηλ ουτως και ουτως εποιησα

7:21 ειδον εν τη προνομη ψιλην ποικιλην καλην και διακοσια διδραχμα αργυριου και γλωσσαν μιαν χρυσην πεντηκοντα διδραχμων και ενθυμηθεις αυτων ελαβον και ιδου αυτα εγκεκρυπται εν τη γη εν τη σκηνη μου και το αργυριον κεκρυπται υποκατω αυτων

7:22 και απεστειλεν ιησους αγγελους και εδραμον εις την σκηνην εις την παρεμβολην και ταυτα ην εγκεκρυμμενα εις την σκηνην και το αργυριον υποκατω αυτων

7:23 και εξηνεγκαν αυτα εκ της σκηνης και ηνεγκαν προς ιησουν και τους πρεσβυτερους ισραηλ και εθηκαν αυτα εναντι κυριου

7:24 και ελαβεν ιησους τον αχαρ υιον ζαρα και ανηγαγεν αυτον εις φαραγγα αχωρ και τους υιους αυτου και τας θυγατερας αυτου και τους μοσχους αυτου και τα υποζυγια αυτου και παντα τα προβατα αυτου και την σκηνην αυτου και παντα τα υπαρχοντα αυτου και πας ο λαος μετ' αυτου και ανηγαγεν αυτους εις εμεκαχωρ

7:25 και ειπεν ιησους τω αχαρ τι ωλεθρευσας ημας εξολεθρευσαι σε κυριος καθα και σημερον και ελιθοβολησαν αυτον λιθοις πας ισραηλ

7:26 και επεστησαν αυτω σωρον λιθων μεγαν και επαυσατο κυριος του θυμου της οργης δια τουτο επωνομασεν αυτο εμεκαχωρ εως της ημερας ταυτης

 

Created with FREE HTMLCompiler by BibleDatabase