HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Joshua 8

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

8:1 και ειπεν κυριος προς ιησουν μη φοβηθης μηδε δειλιασης λαβε μετα σου τους ανδρας παντας τους πολεμιστας και αναστας αναβηθι εις γαι ιδου δεδωκα εις τας χειρας σου τον βασιλεα γαι και την γην αυτου

8:2 και ποιησεις την γαι ον τροπον εποιησας την ιεριχω και τον βασιλεα αυτης και την προνομην των κτηνων προνομευσεις σεαυτω καταστησον δε σεαυτω ενεδρα τη πολει εις τα οπισω

8:3 και ανεστη ιησους και πας ο λαος ο πολεμιστης ωστε αναβηναι εις γαι επελεξεν δε ιησους τριακοντα χιλιαδας ανδρων δυνατους εν ισχυι και απεστειλεν αυτους νυκτος

8:4 και ενετειλατο αυτοις λεγων υμεις ενεδρευσατε οπισω της πολεως μη μακραν γινεσθε απο της πολεως και εσεσθε παντες ετοιμοι

8:5 και εγω και παντες οι μετ' εμου προσαξομεν προς την πολιν και εσται ως αν εξελθωσιν οι κατοικουντες γαι εις συναντησιν ημιν καθαπερ και πρωην και φευξομεθα απο προσωπου αυτων

8:6 και ως αν εξελθωσιν οπισω ημων αποσπασομεν αυτους απο της πολεως και ερουσιν φευγουσιν ουτοι απο προσωπου ημων ον τροπον και εμπροσθεν

8:7 υμεις δε εξαναστησεσθε εκ της ενεδρας και πορευσεσθε εις την πολιν

8:8 κατα το ρημα τουτο ποιησετε ιδου εντεταλμαι υμιν

8:9 και απεστειλεν αυτους ιησους και επορευθησαν εις την ενεδραν και ενεκαθισαν ανα μεσον βαιθηλ και ανα μεσον γαι απο θαλασσης της γαι

8:10 και ορθρισας ιησους το πρωι επεσκεψατο τον λαον και ανεβησαν αυτος και οι πρεσβυτεροι κατα προσωπον του λαου επι γαι

8:11 και πας ο λαος ο πολεμιστης μετ' αυτου ανεβησαν και πορευομενοι ηλθον εξ εναντιας της πολεως απ' ανατολων

8:12 και τα ενεδρα της πολεως απο θαλασσης

8:14 και εγενετο ως ειδεν βασιλευς γαι εσπευσεν και εξηλθεν εις συναντησιν αυτοις επ' ευθειας εις τον πολεμον αυτος και πας ο λαος ο μετ' αυτου και αυτος ουκ ηδει οτι ενεδρα αυτω εστιν οπισω της πολεως

8:15 και ειδεν και ανεχωρησεν ιησους και ισραηλ απο προσωπου αυτων

8:16 και κατεδιωξαν οπισω των υιων ισραηλ και αυτοι απεστησαν απο της πολεως

8:17 ου κατελειφθη ουθεις εν τη γαι ος ου κατεδιωξεν οπισω ισραηλ και κατελιπον την πολιν ανεωγμενην και κατεδιωξαν οπισω ισραηλ

8:18 και ειπεν κυριος προς ιησουν εκτεινον την χειρα σου εν τω γαισω τω εν τη χειρι σου επι την πολιν εις γαρ τας χειρας σου παραδεδωκα αυτην και τα ενεδρα εξαναστησονται εν ταχει εκ του τοπου αυτων και εξετεινεν ιησους την χειρα αυτου τον γαισον επι την πολιν

8:19 και τα ενεδρα εξανεστησαν εν ταχει εκ του τοπου αυτων και εξηλθοσαν οτε εξετεινεν την χειρα και ηλθοσαν επι την πολιν και κατελαβοντο αυτην και σπευσαντες ενεπρησαν την πολιν εν πυρι

8:20 και περιβλεψαντες οι κατοικοι γαι εις τα οπισω αυτων και εθεωρουν καπνον αναβαινοντα εκ της πολεως εις τον ουρανον και ουκετι ειχον που φυγωσιν ωδε η ωδε

8:21 και ιησους και πας ισραηλ ειδον οτι ελαβον τα ενεδρα την πολιν και οτι ανεβη ο καπνος της πολεως εις τον ουρανον και μεταβαλομενοι επαταξαν τους ανδρας της γαι

8:22 και ουτοι εξηλθοσαν εκ της πολεως εις συναντησιν και εγενηθησαν ανα μεσον της παρεμβολης ουτοι εντευθεν και ουτοι εντευθεν και επαταξαν εως του μη καταλειφθηναι αυτων σεσωσμενον και διαπεφευγοτα

8:23 και τον βασιλεα της γαι συνελαβον ζωντα και προσηγαγον αυτον προς ιησουν

8:24 και ως επαυσαντο οι υιοι ισραηλ αποκτεννοντες παντας τους εν τη γαι τους εν τοις πεδιοις και εν τω ορει επι της καταβασεως ου κατεδιωξαν αυτους απ' αυτης εις τελος και απεστρεψεν ιησους εις γαι και επαταξεν αυτην εν στοματι ρομφαιας

8:25 και εγενηθησαν οι πεσοντες εν τη ημερα εκεινη απο ανδρος και εως γυναικος δωδεκα χιλιαδες παντας τους κατοικουντας γαι

8:27 πλην των κτηνων και των σκυλων των εν τη πολει παντα α επρονομευσαν οι υιοι ισραηλ κατα προσταγμα κυριου ον τροπον συνεταξεν κυριος τω ιησοι

8:28 και ενεπυρισεν ιησους την πολιν εν πυρι χωμα αοικητον εις τον αιωνα εθηκεν αυτην εως της ημερας ταυτης

8:29 και τον βασιλεα της γαι εκρεμασεν επι ξυλου διδυμου και ην επι του ξυλου εως εσπερας και επιδυνοντος του ηλιου συνεταξεν ιησους και καθειλοσαν αυτου το σωμα απο του ξυλου και ερριψαν αυτον εις τον βοθρον και επεστησαν αυτω σωρον λιθων εως της ημερας ταυτης

 

Created with FREE HTMLCompiler by BibleDatabase