HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Joshua 10

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

10:1 ως δε ηκουσεν αδωνιβεζεκ βασιλευς ιερουσαλημ οτι ελαβεν ιησους την γαι και εξωλεθρευσεν αυτην ον τροπον εποιησαν την ιεριχω και τον βασιλεα αυτης ουτως εποιησαν την γαι και τον βασιλεα αυτης και οτι αυτομολησαν οι κατοικουντες γαβαων προς ιησουν και προς ισραηλ

10:2 και εφοβηθησαν εν αυτοις σφοδρα ηδει γαρ οτι μεγαλη πολις γαβαων ωσει μια των μητροπολεων και παντες οι ανδρες αυτης ισχυροι

10:3 και απεστειλεν αδωνιβεζεκ βασιλευς ιερουσαλημ προς αιλαμ βασιλεα χεβρων και προς φιδων βασιλεα ιεριμουθ και προς ιεφθα βασιλεα λαχις και προς δαβιρ βασιλεα οδολλαμ λεγων

10:4 δευτε αναβητε προς με και βοηθησατε μοι και εκπολεμησωμεν γαβαων αυτομολησαν γαρ προς ιησουν και προς τους υιους ισραηλ

10:5 και ανεβησαν οι πεντε βασιλεις των ιεβουσαιων βασιλευς ιερουσαλημ και βασιλευς χεβρων και βασιλευς ιεριμουθ και βασιλευς λαχις και βασιλευς οδολλαμ αυτοι και πας ο λαος αυτων και περιεκαθισαν την γαβαων και εξεπολιορκουν αυτην

10:6 και απεστειλαν οι κατοικουντες γαβαων προς ιησουν εις την παρεμβολην ισραηλ εις γαλγαλα λεγοντες μη εκλυσης τας χειρας σου απο των παιδων σου αναβηθι προς ημας το ταχος και εξελου ημας και βοηθησον ημιν οτι συνηγμενοι εισιν εφ' ημας παντες οι βασιλεις των αμορραιων οι κατοικουντες την ορεινην

10:7 και ανεβη ιησους εκ γαλγαλων αυτος και πας ο λαος ο πολεμιστης μετ' αυτου πας δυνατος εν ισχυι

10:8 και ειπεν κυριος προς ιησουν μη φοβηθης αυτους εις γαρ τας χειρας σου παραδεδωκα αυτους ουχ υπολειφθησεται εξ αυτων ουθεις ενωπιον υμων

10:9 και επιπαρεγενετο επ' αυτους ιησους αφνω ολην την νυκτα εισεπορευθη εκ γαλγαλων

10:10 και εξεστησεν αυτους κυριος απο προσωπου των υιων ισραηλ και συνετριψεν αυτους κυριος συντριψιν μεγαλην εν γαβαων και κατεδιωξαν αυτους οδον αναβασεως ωρωνιν και κατεκοπτον αυτους εως αζηκα και εως μακηδα

10:11 εν τω δε φευγειν αυτους απο προσωπου των υιων ισραηλ επι της καταβασεως ωρωνιν και κυριος επερριψεν αυτοις λιθους χαλαζης εκ του ουρανου εως αζηκα και εγενοντο πλειους οι αποθανοντες δια τους λιθους της χαλαζης η ους απεκτειναν οι υιοι ισραηλ μαχαιρα εν τω πολεμω

10:12 τοτε ελαλησεν ιησους προς κυριον η ημερα παρεδωκεν ο θεος τον αμορραιον υποχειριον ισραηλ ηνικα συνετριψεν αυτους εν γαβαων και συνετριβησαν απο προσωπου υιων ισραηλ και ειπεν ιησους στητω ο ηλιος κατα γαβαων και η σεληνη κατα φαραγγα αιλων

10:13 και εστη ο ηλιος και η σεληνη εν στασει εως ημυνατο ο θεος τους εχθρους αυτων και εστη ο ηλιος κατα μεσον του ουρανου ου προεπορευετο εις δυσμας εις τελος ημερας μιας

10:14 και ουκ εγενετο ημερα τοιαυτη ουδε το προτερον ουδε το εσχατον ωστε επακουσαι θεον ανθρωπου οτι κυριος συνεπολεμησεν τω ισραηλ

10:16 και εφυγον οι πεντε βασιλεις ουτοι και κατεκρυβησαν εις το σπηλαιον το εν μακηδα

10:17 και απηγγελη τω ιησου λεγοντες ευρηνται οι πεντε βασιλεις κεκρυμμενοι εν τω σπηλαιω τω εν μακηδα

10:18 και ειπεν ιησους κυλισατε λιθους επι το στομα του σπηλαιου και καταστησατε ανδρας φυλασσειν επ' αυτους

10:19 υμεις δε μη εστηκατε καταδιωκοντες οπισω των εχθρων υμων και καταλαβετε την ουραγιαν αυτων και μη αφητε εισελθειν εις τας πολεις αυτων παρεδωκεν γαρ αυτους κυριος ο θεος ημων εις τας χειρας ημων

10:20 και εγενετο ως κατεπαυσεν ιησους και πας υιος ισραηλ κοπτοντες αυτους κοπην μεγαλην σφοδρα εως εις τελος και οι διασωζομενοι διεσωθησαν εις τας πολεις τας οχυρας

10:21 και απεστραφη πας ο λαος προς ιησουν εις μακηδα υγιεις και ουκ εγρυξεν ουθεις των υιων ισραηλ τη γλωσση αυτου

10:22 και ειπεν ιησους ανοιξατε το σπηλαιον και εξαγαγετε τους πεντε βασιλεις τουτους εκ του σπηλαιου

10:23 και εξηγαγοσαν τους πεντε βασιλεις εκ του σπηλαιου τον βασιλεα ιερουσαλημ και τον βασιλεα χεβρων και τον βασιλεα ιεριμουθ και τον βασιλεα λαχις και τον βασιλεα οδολλαμ

10:24 και επει εξηγαγον αυτους προς ιησουν και συνεκαλεσεν ιησους παντα ισραηλ και τους εναρχομενους του πολεμου τους συμπορευομενους αυτω λεγων αυτοις προπορευεσθε και επιθετε τους ποδας υμων επι τους τραχηλους αυτων και προσελθοντες επεθηκαν τους ποδας αυτων επι τους τραχηλους αυτων

10:25 και ειπεν προς αυτους ιησους μη φοβηθητε αυτους μηδε δειλιασητε ανδριζεσθε και ισχυετε οτι ουτως ποιησει κυριος πασι τοις εχθροις υμων ους υμεις καταπολεμειτε αυτους

10:26 και απεκτεινεν αυτους ιησους και εκρεμασεν αυτους επι πεντε ξυλων και ησαν κρεμαμενοι επι των ξυλων εως εσπερας

10:27 και εγενηθη προς ηλιου δυσμας ενετειλατο ιησους και καθειλον αυτους απο των ξυλων και ερριψαν αυτους εις το σπηλαιον εις ο κατεφυγοσαν εκει και επεκυλισαν λιθους επι το σπηλαιον εως της σημερον ημερας

10:28 και την μακηδα ελαβοσαν εν τη ημερα εκεινη και εφονευσαν αυτην εν στοματι ξιφους και εξωλεθρευσαν παν εμπνεον εν αυτη και ου κατελειφθη εν αυτη ουδεις διασεσωσμενος και διαπεφευγως και εποιησαν τω βασιλει μακηδα ον τροπον εποιησαν τω βασιλει ιεριχω

10:29 και απηλθεν ιησους και πας ισραηλ μετ' αυτου εκ μακηδα εις λεβνα και επολιορκει λεβνα

10:30 και παρεδωκεν αυτην κυριος εις χειρας ισραηλ και ελαβον αυτην και τον βασιλεα αυτης και εφονευσαν αυτην εν στοματι ξιφους και παν εμπνεον εν αυτη και ου κατελειφθη εν αυτη ουδε εις διασεσωσμενος και διαπεφευγως και εποιησαν τω βασιλει αυτης ον τροπον εποιησαν τω βασιλει ιεριχω

10:31 και απηλθεν ιησους και πας ισραηλ μετ' αυτου εκ λεβνα εις λαχις και περιεκαθισεν αυτην και επολιορκει αυτην

10:32 και παρεδωκεν κυριος την λαχις εις τας χειρας ισραηλ και ελαβεν αυτην εν τη ημερα τη δευτερα και εφονευσαν αυτην εν στοματι ξιφους και εξωλεθρευσαν αυτην ον τροπον εποιησαν την λεβνα

10:33 τοτε ανεβη αιλαμ βασιλευς γαζερ βοηθησων τη λαχις και επαταξεν αυτον ιησους εν στοματι ξιφους και τον λαον αυτου εως του μη καταλειφθηναι αυτων σεσωσμενον και διαπεφευγοτα

10:34 και απηλθεν ιησους και πας ισραηλ μετ' αυτου εκ λαχις εις οδολλαμ και περιεκαθισεν αυτην και επολιορκησεν αυτην

10:35 και παρεδωκεν αυτην κυριος εν χειρι ισραηλ και ελαβεν αυτην εν τη ημερα εκεινη και εφονευσεν αυτην εν στοματι ξιφους και παν εμπνεον εν αυτη εφονευσαν ον τροπον εποιησαν τη λαχις

10:36 και απηλθεν ιησους και πας ισραηλ μετ' αυτου εις χεβρων και περιεκαθισεν αυτην

10:37 και επαταξεν αυτην εν στοματι ξιφους και παν εμπνεον οσα ην εν αυτη ουκ ην διασεσωσμενος ον τροπον εποιησαν την οδολλαμ εξωλεθρευσαν αυτην και οσα ην εν αυτη

10:38 και απεστρεψεν ιησους και πας ισραηλ εις δαβιρ και περικαθισαντες αυτην

10:39 ελαβον αυτην και τον βασιλεα αυτης και τας κωμας αυτης και επαταξαν αυτην εν στοματι ξιφους και εξωλεθρευσαν αυτην και παν εμπνεον εν αυτη και ου κατελιπον αυτη ουδενα διασεσωσμενον ον τροπον εποιησαν την χεβρων και τω βασιλει αυτης ουτως εποιησαν τη δαβιρ και τω βασιλει αυτης

10:40 και επαταξεν ιησους πασαν την γην της ορεινης και την ναγεβ και την πεδινην και την ασηδωθ και τους βασιλεις αυτης ου κατελιπον αυτων σεσωσμενον και παν εμπνεον ζωης εξωλεθρευσεν ον τροπον ενετειλατο κυριος ο θεος ισραηλ

10:41 απο καδης βαρνη εως γαζης πασαν την γοσομ εως της γαβαων

10:42 και παντας τους βασιλεις αυτων και την γην αυτων επαταξεν ιησους εις απαξ οτι κυριος ο θεος ισραηλ συνεπολεμει τω ισραηλ

 

Created with FREE HTMLCompiler by BibleDatabase