HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Joshua 11

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

11:1 ως δε ηκουσεν ιαβιν βασιλευς ασωρ απεστειλεν προς ιωβαβ βασιλεα μαρρων και προς βασιλεα συμοων και προς βασιλεα αζιφ

11:2 και προς τους βασιλεις τους κατα σιδωνα την μεγαλην εις την ορεινην και εις την ραβα απεναντι κενερωθ και εις το πεδιον και εις ναφεδδωρ

11:3 και εις τους παραλιους χαναναιους απο ανατολων και εις τους παραλιους αμορραιους και ευαιους και ιεβουσαιους και φερεζαιους τους εν τω ορει και τους χετταιους τους υπο την αερμων εις γην μασσηφα

11:4 και εξηλθον αυτοι και οι βασιλεις αυτων μετ' αυτων ωσπερ η αμμος της θαλασσης τω πληθει και ιπποι και αρματα πολλα σφοδρα

11:5 και συνηλθον παντες οι βασιλεις ουτοι και παρεγενοντο επι το αυτο και παρενεβαλον επι του υδατος μαρρων πολεμησαι τον ισραηλ

11:6 και ειπεν κυριος προς ιησουν μη φοβηθης απο προσωπου αυτων οτι αυριον ταυτην την ωραν εγω παραδιδωμι τετροπωμενους αυτους εναντιον του ισραηλ τους ιππους αυτων νευροκοπησεις και τα αρματα αυτων κατακαυσεις εν πυρι

11:7 και ηλθεν ιησους και πας ο λαος ο πολεμιστης επ' αυτους επι το υδωρ μαρρων εξαπινα και επεπεσαν επ' αυτους εν τη ορεινη

11:8 και παρεδωκεν αυτους κυριος υποχειριους ισραηλ και κοπτοντες αυτους κατεδιωκον εως σιδωνος της μεγαλης και εως μασερων και εως των πεδιων μασσωχ κατ' ανατολας και κατεκοψαν αυτους εως του μη καταλειφθηναι αυτων διασεσωσμενον

11:9 και εποιησεν αυτοις ιησους ον τροπον ενετειλατο αυτω κυριος τους ιππους αυτων ενευροκοπησεν και τα αρματα αυτων ενεπρησεν εν πυρι

11:10 και απεστραφη ιησους εν τω καιρω εκεινω και κατελαβετο ασωρ και τον βασιλεα αυτης ην δε ασωρ το προτερον αρχουσα πασων των βασιλειων τουτων

11:11 και απεκτειναν παν εμπνεον εν αυτη εν ξιφει και εξωλεθρευσαν παντας και ου κατελειφθη εν αυτη εμπνεον και την ασωρ ενεπρησαν εν πυρι

11:12 και πασας τας πολεις των βασιλεων και τους βασιλεις αυτων ελαβεν ιησους και ανειλεν αυτους εν στοματι ξιφους και εξωλεθρευσαν αυτους ον τροπον συνεταξεν μωυσης ο παις κυριου

11:13 αλλα πασας τας πολεις τας κεχωματισμενας ουκ ενεπρησεν ισραηλ πλην ασωρ μονην ενεπρησεν ιησους

11:14 και παντα τα σκυλα αυτης επρονομευσαν εαυτοις οι υιοι ισραηλ αυτους δε παντας εξωλεθρευσαν εν στοματι ξιφους εως απωλεσεν αυτους ου κατελιπον εξ αυτων ουδε εν εμπνεον

11:15 ον τροπον συνεταξεν κυριος τω μωυση τω παιδι αυτου και μωυσης ωσαυτως ενετειλατο τω ιησοι και ουτως εποιησεν ιησους ου παρεβη ουδεν απο παντων ων συνεταξεν αυτω μωυσης

11:16 και ελαβεν ιησους πασαν την γην την ορεινην και πασαν την ναγεβ και πασαν την γην γοσομ και την πεδινην και την προς δυσμαις και το ορος ισραηλ και τα ταπεινα

11:17 τα προς τω ορει απο ορους αχελ και ο προσαναβαινει εις σηιρ και εως βααλγαδ και τα πεδια του λιβανου υπο το ορος το αερμων και παντας τους βασιλεις αυτων ελαβεν και ανειλεν αυτους και απεκτεινεν

11:18 και πλειους ημερας εποιησεν ιησους προς τους βασιλεις τουτους τον πολεμον

11:19 και ουκ ην πολις ην ουκ ελαβεν ισραηλ παντα ελαβοσαν εν πολεμω

11:20 οτι δια κυριου εγενετο κατισχυσαι αυτων την καρδιαν συνανταν εις πολεμον προς ισραηλ ινα εξολεθρευθωσιν οπως μη δοθη αυτοις ελεος αλλ' ινα εξολεθρευθωσιν ον τροπον ειπεν κυριος προς μωυσην

11:21 και ηλθεν ιησους εν τω καιρω εκεινω και εξωλεθρευσεν τους ενακιμ εκ της ορεινης εκ χεβρων και εκ δαβιρ και εξ αναβωθ και εκ παντος γενους ισραηλ και εκ παντος ορους ιουδα συν ταις πολεσιν αυτων και εξωλεθρευσεν αυτους ιησους

11:22 ου κατελειφθη των ενακιμ απο των υιων ισραηλ αλλα πλην εν γαζη και εν γεθ και εν ασεδωθ κατελειφθη

11:23 και ελαβεν ιησους πασαν την γην καθοτι ενετειλατο κυριος τω μωυση και εδωκεν αυτους ιησους εν κληρονομια ισραηλ εν μερισμω κατα φυλας αυτων και η γη κατεπαυσεν πολεμουμενη

 

Created with FREE HTMLCompiler by BibleDatabase