HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Joshua 13

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

13:1 και ιησους πρεσβυτερος προβεβηκως των ημερων και ειπεν κυριος προς ιησουν συ προβεβηκας των ημερων και η γη υπολελειπται πολλη εις κληρονομιαν

13:2 και αυτη η γη η καταλελειμμενη ορια φυλιστιιμ ο γεσιρι και ο χαναναιος

13:3 απο της αοικητου της κατα προσωπον αιγυπτου εως των οριων ακκαρων εξ ευωνυμων των χαναναιων προσλογιζεται ταις πεντε σατραπειαις των φυλιστιιμ τω γαζαιω και τω αζωτιω και τω ασκαλωνιτη και τω γεθθαιω και τω ακκαρωνιτη και τω ευαιω

13:4 εκ θαιμαν και παση γη χανααν εναντιον γαζης και οι σιδωνιοι εως αφεκ εως των οριων των αμορραιων

13:5 και πασαν την γην γαβλι φυλιστιιμ και παντα τον λιβανον απο ανατολων ηλιου απο γαλγαλ υπο το ορος το αερμων εως της εισοδου εμαθ

13:6 πας ο κατοικων την ορεινην απο του λιβανου εως της μασερεφωθμαιμ παντας τους σιδωνιους εγω αυτους εξολεθρευσω απο προσωπου ισραηλ αλλα διαδος αυτην εν κληρω τω ισραηλ ον τροπον σοι ενετειλαμην

13:7 και νυν μερισον την γην ταυτην εν κληρονομια ταις εννεα φυλαις και τω ημισει φυλης μανασση απο του ιορδανου εως της θαλασσης της μεγαλης κατα δυσμας ηλιου δωσεις αυτην η θαλασσα η μεγαλη οριει

13:8 ταις δε δυο φυλαις και τω ημισει φυλης μανασση τω ρουβην και τω γαδ εδωκεν μωυσης εν τω περαν του ιορδανου κατ' ανατολας ηλιου δεδωκεν αυτην μωυσης ο παις κυριου

13:9 απο αροηρ η εστιν επι του χειλους χειμαρρου αρνων και την πολιν την εν μεσω της φαραγγος και πασαν την μισωρ απο μαιδαβα εως δαιβαν

13:10 πασας τας πολεις σηων βασιλεως αμορραιων ος εβασιλευσεν εν εσεβων εως των οριων υιων αμμων

13:11 και την γαλααδιτιδα και τα ορια γεσιρι και του μαχατι παν ορος αερμων και πασαν την βασανιτιν εως σελχα

13:12 πασαν την βασιλειαν ωγ εν τη βασανιτιδι ος εβασιλευσεν εν ασταρωθ και εν εδραιν ουτος κατελειφθη απο των γιγαντων και επαταξεν αυτον μωυσης και εξωλεθρευσεν

13:13 και ουκ εξωλεθρευσαν οι υιοι ισραηλ τον γεσιρι και τον μαχατι και τον χαναναιον και κατωκει βασιλευς γεσιρι και ο μαχατι εν τοις υιοις ισραηλ εως της σημερον ημερας

13:14 πλην της φυλης λευι ουκ εδοθη κληρονομια κυριος ο θεος ισραηλ ουτος αυτων κληρονομια καθα ειπεν αυτοις κυριος και ουτος ο καταμερισμος ον κατεμερισεν μωυσης τοις υιοις ισραηλ εν αραβωθ μωαβ εν τω περαν του ιορδανου κατα ιεριχω

13:15 και εδωκεν μωυσης τη φυλη ρουβην κατα δημους αυτων

13:16 και εγενηθη αυτων τα ορια απο αροηρ η εστιν κατα προσωπον φαραγγος αρνων και η πολις η εν τη φαραγγι αρνων και πασαν την μισωρ

13:17 εως εσεβων και πασας τας πολεις τας ουσας εν τη μισωρ και δαιβων και βαμωθβααλ και οικου βεελμων

13:18 και ιασσα και κεδημωθ και μεφααθ

13:19 και καριαθαιμ και σεβαμα και σεραδα και σιωρ εν τω ορει εμακ

13:20 και βαιθφογωρ και ασηδωθ φασγα και βαιθασιμωθ

13:21 και πασας τας πολεις του μισωρ και πασαν την βασιλειαν του σηων βασιλεως των αμορραιων ον επαταξεν μωυσης αυτον και τους ηγουμενους μαδιαμ και τον ευι και τον ροκομ και τον σουρ και τον ουρ και τον ροβε αρχοντας παρα σηων και τους κατοικουντας την γην

13:22 και τον βαλααμ τον του βεωρ τον μαντιν απεκτειναν εν τη ροπη

13:23 εγενετο δε τα ορια ρουβην ιορδανης οριον αυτη η κληρονομια υιων ρουβην κατα δημους αυτων αι πολεις αυτων και αι επαυλεις αυτων

13:24 εδωκεν δε μωυσης τοις υιοις γαδ κατα δημους αυτων

13:25 και εγενετο τα ορια αυτων ιαζηρ πασαι αι πολεις γαλααδ και το ημισυ γης υιων αμμων εως αροηρ η εστιν κατα προσωπον ραββα

13:26 και απο εσεβων εως ραμωθ κατα την μασσηφα και βοτανιν και μααναιν εως των οριων δαβιρ

13:27 και εν εμεκ βαιθαραμ και βαιθαναβρα και σοκχωθα και σαφαν και την λοιπην βασιλειαν σηων βασιλεως εσεβων και ο ιορδανης οριει εως μερους της θαλασσης χενερεθ περαν του ιορδανου απ' ανατολων

13:28 αυτη η κληρονομια υιων γαδ κατα δημους αυτων αι πολεις αυτων και αι επαυλεις αυτων

13:29 και εδωκεν μωυσης τω ημισει φυλης μανασση κατα δημους αυτων

13:30 και εγενετο τα ορια αυτων απο μααναιμ και πασα βασιλεια βασανι και πασα βασιλεια ωγ βασιλεως βασαν και πασας τας κωμας ιαιρ αι εισιν εν τη βασανιτιδι εξηκοντα πολεις

13:31 και το ημισυ της γαλααδ και εν ασταρωθ και εν εδραιν πολεις βασιλειας ωγ εν βασανιτιδι και εδοθησαν τοις υιοις μαχιρ υιου μανασση και τοις ημισεσιν υιοις μαχιρ υιου μανασση κατα δημους αυτων

13:32 ουτοι ους κατεκληρονομησεν μωυσης περαν του ιορδανου εν αραβωθ μωαβ εν τω περαν του ιορδανου κατα ιεριχω απο ανατολων

 

Created with FREE HTMLCompiler by BibleDatabase